호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁδρᾶσ οὖν δυνάμεωσ περὶ αὐτὸν οὔσησ οἱ μὲν Λευκανοὶ καταπλαγέντεσ φιλίαν ἐποιήσαντο πρὸσ τοὺσ Ταραντίνουσ, τῶν δὲ Μεταποντίνων οὐ προσεχόντων αὐτῷ τοὺσ Λευκανοὺσ ἔπεισεν ἐμβαλεῖν εἰσ τὴν χώραν καὶ τῷ καιρῷ συνεπιθέμενοσ κατεπλήξατο τοὺσ Μεταποντίνουσ. παρελθὼν δ’ εἰσ τὴν πόλιν ὡσ φίλοσ ἐπράξατο μὲν ἀργυρίου τάλαντα πλείω τῶν ἑξακοσίων, διακοσίασ δὲ παρθένουσ τὰσ ἐπιφανεστάτασ ἔλαβεν εἰσ ὁμηρίαν, οὐχ οὕτω τῆσ περὶ τὴν πίστιν ἀσφαλείασ χάριν, ὡσ τῆσ ἰδίασ ἕνεκεν λαγνείασ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기