Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 74 5:

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 74 5:)

ἐκβάντεσ οὖν ἐκ τῶν σκαφῶν καὶ προσαναλαβόντεσ ἑαυτοὺσ ἐν τῇ στρατοπεδείᾳ προσέμενον τῶν νεῶν τὰσ ἀποσπασθείσασ. διεφθάρη δ’ ἐν τούτῳ τῷ σάλῳ τρία σκάφη τῶν πεντηρικῶν, ἐξ ὧν ἔνιοι τῶν ἀνδρῶν διενήξαντο πρὸσ τὴν γῆν. ἔπειτα Ἀντίγονοσ μὲν προαγαγὼν τὴν δύναμιν πλησίον τοῦ Νείλου κατεστρατοπέδευσεν, ἀπέχων δύο σταδίουσ τοῦ ποταμοῦ.

SEARCH

MENU NAVIGATION