호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐλευθερωθέντεσ οὖν οἱ Γελῷοι προθυμότατα πανδημεὶ συστρατεύοντεσ ἠλευθέρουν τὰσ πόλεισ. διαβοηθείσησ δὲ τῆσ τῶν Ἀκραγαντίνων ἐπιβολῆσ κατὰ πᾶσαν τὴν νῆσον ἐνέπεσεν ὁρμὴ ταῖσ πόλεσι πρὸσ τὴν ἐλευθερίαν. καὶ πρῶτοι μὲν Ἐνναῖοι πέμψαντεσ τὴν πόλιν τοῖσ Ἀκραγαντίνοισ παρέδωκαν· οἱ δὲ ταύτην ἐλευθερώσαντεσ παρῆλθον ἐπὶ τὸν Ἐρβησσόν, φρουρᾶσ ἐν αὐτῷ παραφυλαττούσησ τὴν πόλιν. γενομένησ δὲ μάχησ ἰσχυρᾶσ καὶ τῶν πολιτικῶν συνεργησάντων συνέβη τὴν φρουρὰν ἁλῶναι καὶ πολλοὺσ μὲν πεσεῖν τῶν βαρβάρων, εἰσ πεντακοσίουσ δὲ θεμένουσ τὰ ὅπλα παραδοῦναι σφᾶσ αὐτούσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기