- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 88

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 88)

Δημήτριος δὲ περὶ τὴν ἐπισκευὴν τῶν μηχανῶν καὶ τῶν πλοίων ἡμέρας ἑπτὰ γενόμενος καὶ πάντα τὰ πρὸς τὴν πολιορκίαν παρασκευασάμενος πάλιν ἐπέπλευσε τῷ λιμένι:? πᾶσα γὰρ ἦν ἡ σπουδὴ περὶ τὸ κρατῆσαι τούτου καὶ τῆς σιτοπομπείας ἀποκλεῖσαι τοὺς κατὰ τὴν πόλιν. γενόμενος δ ἐντὸς βέλους τοῖς μὲν πυρφόροις πολλοῖς οὖσιν εἰς τὰ διωρμισμένα πλοῖα τῶν Ῥοδίων ἐνέβαλε, τοῖς δὲ πετροβόλοις τὰ τείχη διέσεισε, τοῖς δ ὀξυβελέσι τὰ φαινόμενα τῶν σωμάτων κατετίτρωσκε.

συνεχοῦς οὖν καὶ καταπληκτικῆς γενομένης τῆς προσβολῆς οἱ μὲν παρὰ τοῖς Ῥοδίοις ναύκληροι διαγωνιάσαντες περὶ τῶν πλοίων κατέσβεσαν τοὺς πυρφόρους, οἱ δὲ πρυτάνεις κινδυνεύοντος ἁλῶναι τοῦ λιμένος παρεκάλεσαν τοὺς ἀρίστους τῶν πολιτῶν τὸν ὑπὲρ τῆς κοινῆς σωτηρίας ὑπομεῖναι κίνδυνον.

πολλῶν οὖν προθύμως ὑπακουόντων τρεῖς ναῦς τὰς κρατίστας ἐπλήρωσαν ἐπιλέκτων ἀνδρῶν, οἷς παρήγγειλαν πειρᾶσθαι τοῖς ἐμβόλοις βυθίσαι τὰ πλοῖα τὰ τὰς μηχανὰς κομίζοντα τῶν πολεμίων.

οὗτοι μὲν οὖν, καίπερ πολλῶν ἐπ αὐτοὺς φερομένων βελῶν, ὠσάμενοι τὸ μὲν πρῶτον τὸν σεσιδηρωμένον χάρακα διέσπασαν, τοῖς δὲ πλοίοις πολλὰς ἐμβολὰς δόντες καὶ θαλάττης αὐτὰ πληρώσαντες δύο μὲν τῶν μηχανῶν κατέβαλον, τῆς δὲ τρίτης ὑπὸ τῶν περὶ τὸν Δημήτριον εἰς τοὐπίσω τοῖς ῥύμασιν ἑλκομένης οἱ μὲν Ῥόδιοι θαρρήσαντες τοῖς κατωρθωμένοις θρασύτερον τοῦ καθήκοντος προέπιπτον εἰς τὸν κίνδυνον.

διὸ πολλῶν αὐτοῖς καὶ μεγάλων νεῶν περιχυθεισῶν καὶ τοῖς ἐμβόλοις πολλὰ μέρη τῶν τοίχων ἀναρρηττουσῶν ὁ μὲν ναύαρχος Ἐξήκεστος καὶ ὁ τριήραρχος καί τινες ἄλλοι κατατραυματισθέντες ἥλωσαν, τοῦ δ ἄλλου πλήθους ἐκκολυμβήσαντος καὶ διανηξαμένου πρὸς τοὺς ἰδίους μία μὲν τῶν νεῶν ὑποχείριος ἐγένετο τοῖς περὶ τὸν Δημήτριον, αἱ δ ἄλλαι διέφυγον τὸν κίνδυνον.

τοιαύτης οὖν γενομένης τῆς ναυμαχίας ὁ μὲν Δημήτριος ἄλλην μηχανὴν κατεσκεύασε τριπλασίαν τῷ ὕψει καὶ πλάτει τῆς πρότερον, προσάγοντος δ αὐτὴν πρὸς τὸν λιμένα νότος ἐκνεφίας ἐπιγενόμενος τὰ μὲν ὁρμοῦντα τῶν πλοίων συνέκλυσε, τὴν δὲ μηχανὴν κατέβαλε.

καθ ὃν δὴ χρόνον οἱ Ῥόδιοι τῷ καιρῷ δεξιῶς χρησάμενοι πύλην ἀνοίξαντες ἐπέθεντο τοῖς τὸ χῶμα κατειληφόσι. γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς καὶ τοῦ μὲν Δημητρίου διὰ τὸν χειμῶνα μὴ δυναμένου βοηθῆσαι, τῶν δὲ Ῥοδίων ἐκ διαδοχῆς ἀγωνιζομένων ἠναγκάσθησαν οἱ τοῦ βασιλέως ἀποθέμενοι τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς, ὄντες σχεδὸν τετρακόσιοι.

τούτων δὲ τῶν προτερημάτων γενομένων τοῖς Ῥοδίοις κατέπλευσαν τῇ πόλει σύμμαχοι παρὰ μὲν Κνωσσίων ἑκατὸν πεντήκοντα, παρὰ δὲ Πτολεμαίου πλείους τῶν πεντακοσίων, ὧν ἦσάν τινες Ῥόδιοι μισθοφοροῦντες παρὰ τῷ βασιλεῖ.

καὶ τὰ μὲν περὶ τὴν ἐν Ῥόδῳ πολιορκίαν ἐν τούτοις ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION