- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 87

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 87)

τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος ἐφ ἡμέρας ὀκτὼ τὰς μὲν μηχανὰς τὰς ἐπὶ τοῦ χώματος τοῖς ταλαντιαίοις πετροβόλοις συνέτριψε, τοῦ δὲ διατειχίσματος τὸ μεσοπύργιον σὺν αὐτοῖς τοῖς πύργοις διέσεισεν.? κατελάβοντο δὲ καὶ τῶν στρατιωτῶν τινες μέρος τοῦ παρὰ τὸν λιμένα διατειχίσματος: ἐφ οὓς συστραφέντες οἱ Ῥόδιοι μάχην συνῆψαν καὶ πολλαπλάσιοι γενόμενοι τοὺς μὲν ἀνεῖλον, τοὺς δ ἐπανελθεῖν εἰς τοὐπίσω συνηνάγκασαν: συνήργει δὲ τοῖς ἐκ τῆς πόλεως ἡ τοῦ παρὰ τὸ τεῖχος τόπου τραχύτης, πολλῶν καὶ μεγάλων πετρῶν κατὰ τὸ συνεχὲς κειμένων παρὰ τὴν οἰκοδομὴν ἔξω τοῦ τείχους. τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων διὰ τὴν ἀγωνίαν ἐποκειλάντων οἱ Ῥόδιοι ταχέως τὰ μὲν ἀκροστόλια περιέσπασαν, ὕλην δὲ ξηρὰν καὶ δᾷδας ταῖς ναυσὶν ἐνέντες ἐνέπρησαν.

τούτων δὲ περὶ ταῦτ ὄντων οἱ μὲν τοῦ Δημητρίου στρατιῶται πανταχοῦ περιπλέοντες κλίμακας προσέφερον τοῖς τείχεσι καὶ βιαιότερον ἐνέκειντο, συναγωνιζομένων καὶ τῶν ἀπὸ τῆς γῆς πανταχόθεν καὶ συναλαλαζόντων. ἔνθα δὴ πολλῶν παραβόλως κινδυνευσάντων καὶ συχνῶν ἀναβάντων ἐπὶ τὰ τείχη συνίστατο καρτερὰ μάχη, τῶν μὲν ἔξωθεν βιαζομένων, τῶν δ ἐκ τῆς πόλεως ἀθρόων παραβοηθούντων.

τέλος δὲ τῶν Ῥοδίων ἐκθύμως ἀγωνιζομένων οἱ μὲν ἔπεσον τῶν προσαναβάντων, οἱ δὲ κατατραυματισθέντες ἑάλωσαν, ἐν οἷς ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων. τοιούτων δὲ γενομένων τοῖς ἔξωθεν ἐλαττωμάτων ὁ μὲν Δημήτριος ἀπεκόμισε τὰς μηχανὰς εἰς τὸν ἴδιον λιμένα καὶ τὰ πεπονηκότα τῶν πλοίων καὶ μηχανῶν ἐπεσκεύασεν, οἱ δὲ Ῥόδιοι τοὺς μὲν τελευτήσαντας τῶν πολιτῶν ἔθαψαν, τὰ δὲ ὅπλα τῶν πολεμίων καὶ τὰ ἀκροστόλια τοῖς θεοῖς ἀνέθηκαν, τὰ δὲ διὰ τῶν πετροβόλων πεπτωκότα τῶν τειχῶν ἀνῳκοδόμουν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION