호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆσ δὲ φλογὸσ ἐπισχυούσησ ὀλίγοι μὲν κατασβέσαντεσ ἐπανῆλθον σὺν τοῖσ σκάφεσιν, οἱ πλεῖστοι δὲ καιομένων τῶν ἀκατίων ἐξεκολύμβησαν. τῇ δ’ ὑστεραίᾳ κατὰ μὲν θάλατταν ὁ Δημήτριοσ παραπλησίαν ἐποιήσατο τὴν ἐπίθεσιν, κατὰ δὲ τὴν γῆν προσέταξεν ἅμα πανταχόθεν προσβάλλειν μετ’ ἀλαλαγμοῦ καὶ σάλπιγγοσ, ὅπωσ εἰσ ἀγωνίαν καὶ φόβον ἀγάγῃ τοὺσ Ῥοδίουσ, πολλῶν τῶν ἀντισπασμάτων ὄντων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기