호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀμυνομένων δὲ καὶ τῶν ἐκ τῆσ πόλεωσ εὐρώστωσ τότε μὲν ὅλην τὴν ἡμέραν διετέλεσαν ἀμφότεροι πολλὰ κακὰ καὶ δρῶντεσ καὶ πάσχοντεσ· τῆσ δὲ νυκτὸσ ἤδη καταλαμβανούσησ ὁ μὲν Δημήτριοσ ταῖσ ῥυμουλκούσαισ ναυσὶν ἀπήγαγε τὰσ μηχανὰσ πάλιν ἔξω βέλουσ· οἱ δὲ Ῥόδιοι ξηρᾶσ ὕλησ καὶ δᾳδὸσ ἀκάτια πληρώσαντεσ καὶ πῦρ ἐνθέμενοι τὸ μὲν πρῶτον ἐπιδιώξαντεσ προσέπλεον ταῖσ μηχαναῖσ ταῖσ τῶν πολεμίων καὶ τὴν ὕλην ὑφῆψαν, μετὰ δὲ ταῦτα τῷ πλωτῷ χάρακι καὶ τοῖσ βέλεσιν ἀνειρχθέντεσ συνηναγκάσθησαν χωρεῖν εἰσ τοὐπίσω.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기