호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτος γὰρ μοναρχίας ὢν ἐπιθυμητὴς τῆς μὲν ἐν ταῖς Συρακούσσαις δημοκρατίας ἀλλότριος ἦν, τῇ δὲ ἡγεμονίᾳ τῇ τότε οὔσῃ περὶ αὐτὸν εὐαρεστεῖτο:? ἀφηγεῖτο γὰρ πεζῶν μὲν πλειόνων ἢ δισμυρίων, ἱππέων δὲ τρισχιλίων, πόλεων δὲ πολλῶν καὶ μεγάλων, ὥστε αὐτὸν μὲν καλεῖσθαι τῶν φυγάδων στρατηγόν, τῇ δ ἀληθείᾳ βασιλικὴν ἔχειν ὑπεροχήν, τῆς ἐξουσίας οὔσης περὶ αὐτὸν αὐτοκράτορος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기