호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θαυμάσαι δ ἄν τις εἰκότως ἐν τούτοις πῶς Ἀγαθοκλῆς, ὑποστατικὸς ἐν τοῖς ἄλλοις πᾶσι γενόμενος καὶ μηδέποθ ἑαυτὸν ἐν ταῖς ἐσχάταις προσδοκίαις ἀπελπίσας, τότε δειλωθεὶς ἀκονιτὶ παρεχώρησε τοῖς πολεμίοις τῆς τυραννίδος, ὑπὲρ ἧς πολλοὺς καὶ μεγάλους κινδύνους προηγωνίσατο, καὶ τὸ πάντων παραλογώτατον, Συρακουσσῶν τε κυριεύσας καὶ τῶν ἄλλων πόλεων καὶ ναῦς καὶ χρήματα κεκτημένος καὶ δύναμιν σύμμετρον ἐξησθένησε τοῖς λογισμοῖς, οὐδὲν τῶν γενομένων περὶ Διονύσιον τὸν τύραννον μνησθείς.? "καλὸν ἐντάφιον ἡ τυραννίς.
παραπλησίω δὲ τούτῳ καὶ ὁ κηδεστὴς Μεγακλῆς ἀπεφήνατο πρὸς αὐτόν, εἰπὼν ὅτι δεῖ τὸν ἐκ τυραννίδος ἐκπίπτοντα τοῦ σκέλους ἑλκόμενον ἀπιέναι καὶ μὴ κατὰ προαίρεσιν ἀπαλλάττεσθαι.
ὑπὸ δὲ τούτων τῶν παρακλήσεων ὁ Διονύσιος μετεωρισθεὶς ἐνεκαρτέρησε πᾶσι τοῖς δοκοῦσιν εἶναι δεινοῖς καὶ τὴν μὲν ἀρχὴν μείζονα κατεσκεύασεν, αὐτὸς δὲ ἐν τοῖς ταύτης καλοῖς ἐγγηράσας ἀπέλιπε τοῖς ἐκγόνοις μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστείαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기