호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔκρινε δὲ στρατεύειν ἐπὶ τὴν Αἴγυπτον. αὐτὸσ μὲν οὖν τοῦ πεζοῦ στρατεύματοσ ἀφηγούμενοσ προῆγε διὰ τῆσ Κοίλησ Συρίασ, ἔχων πεζοὺσ μὲν πλείουσ τῶν ὀκτακισμυρίων, ἱππεῖσ δὲ περὶ ὀκτακισχιλίουσ, ἐλέφαντασ δὲ τρισὶ πλείουσ τῶν ὀγδοήκοντα· τῷ δὲ Δημητρίῳ παραδοὺσ τὸν στόλον συνέταξε συμπαραπλεῖν ἅμα πορευομένῃ τῇ δυνάμει, παρεσκευασμένων νεῶν τῶν ἁπασῶν μακρῶν μὲν ἑκατὸν πεντήκοντα, πορίων δὲ στρατιωτικῶν ἑκατόν, ἐν οἷσ ἐκομίζετο βελῶν πλῆθοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기