호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν ἀθυμίᾳ δὲ δεινῇ πάντων ὄντων Ἀγαθοκλῆσ ὡσ ἐπύθετο τὰ κατὰ τὴν Λιβύην ἐλαττώματα, παρεσκευάσατο ναῦσ μακρὰσ ἑπτακαίδεκα, διανοούμενοσ βοηθεῖν τοῖσ περὶ τὸν Ἀρχάγαθον. καὶ τῶν κατὰ Σικελίαν δὲ πραγμάτων ἐπὶ τὸ χεῖρον αὐτῷ μεταβεβληκότων διὰ τὸ τοὺσ περὶ Δεινοκράτην φυγάδασ ηὐξῆσθαι ἐπὶ πλεῖον τὸν μὲν ἐν τῇ νήσῳ πόλεμον τοῖσ περὶ Λεπτίνην στρατηγοῖσ ἐνεχείρισεν, αὐτὸσ δὲ πληρώσασ τὰσ ναῦσ ἐπετήρει τὸν τοῦ πλοῦ καιρόν, ἐφορμούντων τῶν Καρχηδονίων τριάκοντα ναυσί. καθ’ ὃν δὴ χρόνον ἐκ Τυρρηνίασ αὐτῷ κατέπλευσαν ὀκτωκαίδεκα ναῦσ ἐπὶ βοήθειαν, αἳ διὰ νυκτὸσ εἰσ τὸν λιμένα εἰσπεσοῦσαι τοὺσ Καρχηδονίουσ ἔλαθον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기