- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 52 3:

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 52 3:)

Πτολεμαῖος δὲ τὰ μέγιστα τῶν σκαφῶν καὶ τοὺς κρατίστους ἄνδρας ἔχων μεθ αὑτοῦ ῥᾳδίως ἐτρέψατο τοὺς καθ αὑτὸν τεταγμένους καὶ τῶν νεῶν ἃς μὲν κατέδυσεν, ἃς δὲ αὐτάνδρους εἷλεν.? ὑποστρέφων δ ἀπὸ τοῦ νικήματος ἤλπιζε καὶ τὰς ἄλλας ῥᾳδίως χειρώσασθαι: θεωρήσας δὲ τό τε εὐώνυμον κέρας τῶν ἰδίων συντετριμμένον καὶ τὰς συνεχεῖς ἁπάσας πρὸς φυγὴν ὡρμημένας, ἔτι δὲ τοὺς περὶ τὸν Δημήτριον μετὰ βάρους ἐπιφερομένους ἀπέπλευσεν εἰς Κίτιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION