- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 49

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 49)

Πτολεμαῖος δὲ πυθόμενος τὴν τῶν ἰδίων ἧτταν ἐξέπλευσεν ἐκ τῆς Αἰγύπτου δύναμιν ἔχων ἀξιόλογον πεζικήν τε καὶ ναυτικήν.? κατενεχθεὶς δὲ τῆς Κύπρου πρὸς τὴν Πάφον ἔκ τε τῶν πόλεων παρεδέξατο τὰ σκάφη καὶ παρέπλευσεν εἰς Κίτιον, τῆς Σαλαμῖνος ἀπέχον σταδίους διακοσίους. εἶχε δὲ τὰς πάσας ναῦς μακρὰς ἑκατὸν καὶ τεσσαράκοντα:

τούτων δ ἦν ἡ μεγίστη πεντήρης, ἡ δ ἐλαχίστη τετρήρης: στρατιωτικὰ δὲ πόρια ταύταις ἐπηκολούθει πλείω τῶν διακοσίων, ἄγοντα πεζοὺς οὐκ ἐλάττους τῶν μυρίων. οὗτος μὲν οὖν πρὸς τὸν Μενέλαον κατὰ γῆν ἔπεμψέ τινας, διακελευόμενος τὰς ναῦς, ἂν ᾖ δυνατόν, κατὰ τάχος ἐκ τῆς Σαλαμῖνος πρὸς αὐτὸν ἀποστεῖλαι, οὔσας ἑξήκοντα:

ἤλπιζε γάρ, εἰ προσλάβοι ταύτας, ῥᾳδίως κρατήσειν τῇ ναυμαχίᾳ, διακοσίοις σκάφεσιν ἀγωνιζόμενος. ὁ δὲ Δημήτριος νοήσας αὐτοῦ τὴν ἐπιβολὴν ἐπὶ μὲν τῆς πολιορκίας ἀπέλιπε μέρος τῆς δυνάμεως, τὰς δὲ ναῦς ἁπάσας πληρώσας καὶ τῶν στρατιωτῶν τοὺς κρατίστους ἐμβιβάσας βέλη καὶ πετροβόλους ἐνέθετο καὶ τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς ἱκανοὺς ταῖς πρῴραις ἐπέστησε.

κοσμήσας δὲ πολυτελῶς πρὸς ναυμαχίαν τὸν στόλον περιέπλευσε τὴν πόλιν καὶ κατὰ τὸ στόμα τοῦ λιμένος μικρὸν ἔξω βέλους ἀφεὶς τὰς ἀγκύρας διενυκτέρευσεν, ἅμα μὲν τὰς ἐκ τῆς πόλεως ναῦς κωλύων συμμῖξαι ταῖς ἄλλαις, ἅμα δὲ καραδοκῶν τὸν ἐπίπλουν τῶν πολεμίων καὶ πρὸς ναυμαχίαν ὢν ἕτοιμος.

τοῦ δὲ Πτολεμαίου πλέοντος ἐπὶ τὴν Σαλαμῖνα καὶ τῶν ὑπηρετικῶν πλοίων συνεπομένων πόρρωθεν καταπληκτικὸν ὁρᾶσθαι συνέβαινε τὸν στόλον διὰ τὸ πλῆθος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION