- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 44

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 44)

ὁ δ οὖν Βορμίλκας ἐξετασμὸν τῶν στρατιωτῶν ποιησάμενος ἐν τῇ καλουμένῃ Νέᾳ πόλει, μικρὸν ἔξω τῆς ἀρχαίας Καρχηδόνος οὔσῃ, τοὺς μὲν ἄλλους διαφῆκε, τοὺς δὲ συνειδότας περὶ τῆς ἐπιθέσεως, ὄντας πολίτας μὲν πεντακοσίους, μισθοφόρους δὲ περὶ χιλίους, ἀνέδειξεν ἑαυτὸν τύραννον.? εἰς πέντε δὲ μέρη τοὺς στρατιώτας διελόμενος ἐπῄει πάντας τοὺς ἐν ταῖς ὁδοῖς ἀπαντῶντας ἀποσφάττων.

γενομένης δὲ κατὰ τὴν πόλιν ταραχῆς ἐξαισίου τὸ μὲν πρῶτον οἱ Καρχηδόνιοι τοὺς πολεμίους ὑπέλαβον παρεισπεπτωκέναι προδιδομένης τῆς πόλεως: ὡς δ ἐπεγνώσθη τἀληθές, συνέτρεχον οἱ νέοι καὶ εἰς τάξεις καταστάντες ὡρ´μησαν ἐπὶ τὸν τύραννον. ὁ δὲ Βορμίλκας τοὺς ἐν ταῖς ὁδοῖς ἀναιρῶν ὡρ´μησεν εἰς τὴν ἀγορὰν καὶ πολλοὺς τῶν πολιτῶν ἀνόπλους καταλαβὼν ἀπέκτεινε.

τῶν δὲ Καρχηδονίων καταλαβομένων τὰς περὶ τὴν ἀγορὰν οἰκίας ὑψηλὰς οὔσας καὶ τοῖς βέλεσι πυκνοῖς χρωμένων οἱ μετέχοντες τῆς ἐπιθέσεως κατετραυματίζοντο, τοῦ τόπου παντὸς ἐμβελοῦς ὄντος.

διόπερ κακοπαθοῦντες συνέφραξαν ἑαυτοὺς καὶ διὰ τῶν στενωπῶν συνεξέπεσαν εἰς τὴν Νέαν πόλιν, βαλλόμενοι συνεχῶς ἀπὸ τῶν οἰκιῶν καθ ἃς τυγχάνοιεν αἰεὶ γινόμενοι.

καταλαβομένων δ αὐτῶν ὑπερδέξιόν τινα τόπον οἱ Καρχηδόνιοι τῶν πολιτῶν πάντων συνδραμόντων ἐν τοῖς ὅπλοις ἀντεστρατοπέδευσαν τοῖς ἀφεστηκόσι. τέλος δὲ πρέσβεις πέμψαντες τῶν πρεσβυτάτων τοὺς εὐθέτους καὶ τῶν ἐγκλημάτων δόντες ἄφεσιν διελύθησαν:

καὶ τοῖς μὲν ἄλλοις οὐδὲν ἐμνησικάκησαν διὰ τοὺς περιεστῶτας τὴν πόλιν κινδύνους, αὐτὸν δὲ τὸν Βορμίλκαν αἰκισάμενοι δεινῶς τοῦ ζῆν ἐστέρησαν, οὐδὲν φροντίσαντες τῶν δεδομένων ὁρ´κων. Καρχηδόνιοι μὲν οὖν κινδυνεύσαντες τοῖς ὅλοις σφαλῆναι τοῦτον τὸν τρόπον ἐκομίσαντο τὴν πατρῴαν πολιτείαν. Ἀγαθοκλῆς δὲ πλοῖα φορτηγὰ γεμίσας τῶν λαφύρων καὶ τοὺς ἀχρήστους εἰς πόλεμον τῶν ἐκ Κυρήνης παραγενομένων ἐμβιβάσας ἀπέστειλεν εἰς Συρακούσσας.

χειμώνων δ ἐπιγενομένων ἃ μὲν διεφθάρη τῶν πλοίων, ἃ δ ἐξέπεσε πρὸς τὰς κατ Ἰταλίαν Πιθηκούσσας νήσους, ὀλίγα δ εἰς τὰς Συρακούσσας διεσώθη. κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι, Μαρσοῖς πολεμουμένοις ὑπὸ Σαμνιτῶν βοηθήσαντες, τῇ τε μάχῃ προετέρησαν καὶ συχνοὺς τῶν πολεμίων ἀνεῖλον.

εἶτα διὰ τῆς Ὀμβρίκων χώρας διελθόντες ἐνέβαλον εἰς τὴν Τυρρηνίαν πολεμίαν οὖσαν καὶ τὸ καλούμενον Κάιριον φρούριον ἐξεπολιόρκησαν.

διαπρεσβευομένων δὲ τῶν ἐγχωρίων ὑπὲρ ἀνοχῶν πρὸς μὲν Ταρκυνιήτας εἰς ἔτη τεσσαράκοντα, πρὸς δὲ τοὺς ἄλλους Τυρρηνοὺς ἅπαντας εἰς ἐνιαυτὸν ἀνοχὰς ἐποιήσαντο.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION