호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ’ ἄρχοντοσ δ’ Ἀθήνησι Χαρίνου Ῥωμαῖοι μὲν τὴν ὕπατον ἀρχὴν παρέδοσαν Ποπλίῳ Δεκίῳ καὶ Κοΐντῳ Φαβίῳ, παρὰ δὲ τοῖσ Ἠλείοισ ὀλυμπιὰσ ἤχθη ὀγδόη πρὸσ ταῖσ ἑκατὸν δέκα, καθ’ ἣν ἐνίκα στάσιον Ἀπολλωνίδησ Τεγεάτησ. κατὰ δὲ τούτουσ τοὺσ χρόνουσ Πτολεμαῖοσ μὲν ἐκ τῆσ Μύνδου πλεύσασ ἁδρῷ στόλῳ διὰ νήσων ἐν παράπλῳ τὴν Ἄνδρον ἠλευθέρωσε καὶ τὴν φρουρὰν ἐξήγαγε. κομισθεὶσ δ’ ἐπὶ τὸν Ἰσθμὸν Σικυῶνα καὶ Κόρινθον παρέλαβεν παρὰ Κρατησιπόλεωσ. τὰσ δὲ αἰτίασ δι’ ἃσ ἐκυρίευσε πόλεων ἐπιφανῶν προδεδηλωκότεσ ἐν ταῖσ πρὸ ταύτησ βίβλοισ τὸ διλογεῖν ὑπὲρ τῶν αὐτῶν παρήσομεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기