- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 32

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 32)

περὶ ταῦτα δ ὄντων τῶν Ἀκραγαντίνων τῶν ἐν ταῖς Συρακούσσαις καταλελειμμένων στρατιωτῶν ὑπ Ἀγαθοκλέους καταλαβόμενοί τινες τὴν Ἐχέτλαν ἐπόρθουν τήν τε Λεοντίνην καὶ Καμαριναίαν.? κακῶς οὖν πασχουσῶν τῶν πόλεων διὰ τὸ τὴν χώραν δῃοῦσθαι καὶ τοὺς καρποὺς ἅπαντας διαφθείρεσθαι ἐμβαλὼν εἰς τοὺς τόπους ὁ Ξενόδικος Λεοντίνους μὲν καὶ Καμαριναίους ἀπήλλαξε τοῦ πολέμου, τὴν δ Ἐχέτλαν χωρίον ὀχυρὸν ἐκπολιορκήσας τοῖς μὲν πολίταις τὴν δημοκρατίαν ἀποκατέστησε, τοὺς δὲ Συρακοσίους κατεπλήξατο:

καθόλου δ ἐπιπορευόμενος τά τε φρούρια καὶ τὰς πόλεις ἠλευθέρου τῆς τῶν Καρχηδονίων ἐπιστασίας. ἅμα δὲ τούτοις πραττομένοις Συρακόσιοι πιεζούμενοι τῇ σιτοδείᾳ καὶ πυνθανόμενοι σιτηγὰ πλοῖα μέλλοντα ποιεῖσθαι πλοῦν ἐπὶ Συρακούσσας ἐπλήρουν τριήρεις εἴκοσι, τηρήσαντες δὲ τοὺς ἐφορμεῖν εἰωθότας βαρβάρους ἀφυλάκτους ὄντας ἔλαθον ἐκπλεύσαντες καὶ παρακομισθέντες εἰς τοὺς Μεγαρεῖς ἐπετήρουν τὸν τῶν ἐμπόρων κατάπλουν.

μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων ἐπ αὐτοὺς τὸ μὲν πρῶτον ἐπεβάλοντο ναυμαχεῖν, ταχὺ δὲ πρὸς τὴν γῆν ἐκδιωχθέντες ἐξεκολύμβησαν πρός τινα ναὸν Ἥρας.

γενομένης οὖν μάχης περὶ τῶν σκαφῶν καὶ τῶν Καρχηδονίων ἐπιβαλλόντων σιδηρᾶς χεῖρας καὶ βιαιότερον ἀποσπώντων ἀπὸ τῆς γῆς δέκα μὲν τριήρεις ἑάλωσαν, τὰς δ ἄλλας ἐκ τῆς πόλεως ἐπιβοηθήσαντές τινες διέσωσαν.

καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION