호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πτολεμαῖοσ δὲ τῶν ἐν Κύπρῳ πόλεων κυριεύων, ἐπειδή τινων ἐπύθετο Νικοκλέα τὸν βασιλέα τῶν Παφίων ἐν ἀπορρήτοισ ἰδίᾳ πρὸσ Ἀντίγονον συντεθεῖσθαι φιλίαν, ἔπεμψε τῶν φίλων Ἀργαῖον καὶ Καλλικράτην, προστάξασ αὐτοῖσ ἀνελεῖν τὸν Νικοκλέα· πάνυ γὰρ εὐλαβεῖτο μὴ καὶ τῶν ἄλλων τινὲσ ὁρμήσωσι πρὸσ μεταβολήν, ὁρῶντεσ ἀθῴουσ γεγονότασ τοὺσ πρότερον ἀφεστηκότασ. οὗτοι μὲν οὖν πλεύσαντεσ εἰσ τὴν νῆσον καὶ παρὰ Μενελάου τοῦ στρατηγοῦ στρατιώτασ λαβόντεσ περιέστησαν τὴν οἰκίαν τοῦ Νικοκλέουσ καὶ τὰ δόξαντα τῷ βασιλεῖ δηλώσαντεσ προσέταξαν ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기