호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
προαποστείλαντος δ αὐτοῦ πρεσβείαν καὶ διδόντος Ἀντάνδρῳ καὶ τοῖς μετ αὐτοῦ, εἰ παραδιδόασι τὴν πόλιν, ἀσφάλειαν συνήδρευσαν τῶν ἡγεμόνων οἱ μάλιστα ἀξίωμα δοκοῦντες ἔχειν.? ῥηθέντων οὖν πολλῶν λόγων Ἄντανδρος μὲν ᾤετο δεῖν παραδιδόναι τὴν πόλιν, ὢν ἄνανδρος φύσει καὶ τῆς τἀδελφοῦ τόλμης καὶ πράξεως ἐναντίαν ἔχων διάθεσιν: Ἐρύμνων δ ὁ Αἰτωλός, παρακαθεσταμένος ὑπ Ἀγαθοκλέους τἀδελφῷ σύνεδρος, τὴν ἐναντίαν δοὺς γνώμην ἔπεισεν ἅπαντας διακαρτερεῖν μέχρι ἂν πύθωνται τἀληθές.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기