호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅπλα μὲν οὖν οἱ στρατιῶται μόγις εἶχον ἱκανά:? τοὺς δ ἐκ τῶν ἀφράκτων ὁρῶν ἀνόπλους ὄντας τὰ τῶν ἀσπίδων ἔλυτρα ῥάβδοις διέτεινε καὶ τῇ φαντασίᾳ τὸν τῆς ἀσπίδος κύκλον μιμησάμενος ἀνέδωκεν αὐτοῖς πρὸς μὲν τὴν χρείαν οὐδαμῶς ἐπιτήδεια, πρὸς δὲ τὴν πόρρωθεν ὁρωμένην ὄψιν δυνάμενα δόξαν ὅπλων ἐμποιῆσαι τοῖς ἀγνοοῦσι τἀληθές.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기