- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 9 1:

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 9 1:)

οἱ δ ἐφορμοῦντες Καρχηδόνιοι τῷ ναυστάθμῳ τῶν Σικελιωτῶν τὸ μὲν πρῶτον ὁρῶντες καομένας τὰς ναῦς περιχαρεῖς ἦσαν, ὡς διὰ τὸν ἀπ αὐτῶν φόβον ἠναγκασμένων τῶν πολεμίων διαφθεῖραι τὰ σκάφη:? ὡς δ ἴδον εἰς τὴν χώραν προάγουσαν τὴν τῶν ἐναντίων δύναμιν, συλλογιζόμενοι περὶ τῶν ἀποβησομένων συμφορὰν ἰδίαν ἡγοῦντο τὴν τῶν νεῶν ἀπώλειαν. διὸ καὶ ταῖς πρῴραις δέρρεις κατεπέτασαν, ὅπερ ἀεὶ ποιεῖν εἰώθασιν, ὅταν τι κακὸν δημοσίᾳ συμβεβηκέναι δόξῃ τῇ Καρχηδονίων πόλει, ἔλαβόν τε καὶ τὰ χαλκώματα τῶν Ἀγαθοκλέους νεῶν εἰς τὰς ἰδίας τριήρεις καὶ τοὺς ἀπαγγελοῦντας ὑπὲρ τῶν συμβεβηκότων τἀκριβὲς ἐξαπέστειλαν εἰς τὴν Καρχηδόνα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION