호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ ἄρχοντος γὰρ Ἀθήνησιν Ιἑρομνήμονος Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Ιοὔλιον καὶ Κόιντον Αἰμίλιον, κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς ἡττημένος ὑπὸ Καρχηδονίων τῇ περὶ τὸν Ἱμέραν μάχῃ καὶ τὸ πλεῖστον καὶ κράτιστον τῆς δυνάμεως ἀποβεβληκὼς συνέφυγεν εἰς τὰς Συρακούσσας.? ὁρῶν δὲ τούς τε συμμάχους ἅπαντας μεταβεβλημένους καὶ τοὺς βαρβάρους πλὴν Συρακουσσῶν ἁπάσης σχεδὸν Σικελίας κυριεύοντας καὶ πολὺ προέχοντας ταῖς τε πεζικαῖς καὶ ναυτικαῖς δυνάμεσιν ἐπετελέσατο πρᾶξιν ἀνέλπιστον καὶ παραβολωτάτην.
πάντων γὰρ διειληφότων μηδ ἐγχειρήσειν αὐτὸν τοῖς Καρχηδονίοις ἀντιταχθῆναι, διενοήσατο τῆς μὲν πόλεως ἀπολιπεῖν τὴν ἱκανὴν φυλακήν, τῶν δὲ στρατιωτῶν τοὺς εὐθέτους ἐπιλέξαι καὶ μετὰ τούτων εἰς τὴν Λιβύην διακομισθῆναι:
τοῦτο γὰρ πράξας ἤλπιζε τοὺς μὲν ἐν τῇ Καρχηδόνι τετρυφηκότας ἐν εἰρήνῃ πολυχρονίῳ καὶ διὰ τοῦτ ἀπείρους ὄντας τῶν ἐν ταῖς μάχαις κινδύνων ὑπὸ τῶν ἐνηθληκότων τοῖς δεινοῖς ῥᾳδίως ἡττηθήσεσθαι, τοὺς δὲ κατὰ Λιβύην συμμάχους, βαρυνομένους τοῖς προστάγμασιν ἐκ πολλῶν χρόνων, λήψεσθαι καιρὸν τῆς ἀποστάσεως, τὸ δὲ μέγιστον, διαρπάσειν ἀπροσδοκήτως ἐπιφανεὶς χώραν ἀπόρθητον καὶ διὰ τὴν τῶν Καρχηδονίων εὐδαιμονίαν πεπληρωμένην παντοίων ἀγαθῶν, τὸ δ ὅλον ἀπὸ τῆς πατρίδος καὶ πάσης Σικελίας περισπάσειν τοὺς βαρβάρους καὶ πάντα τὸν πόλεμον μετάξειν εἰς τὴν Λιβύην: ὅπερ καὶ συνετελέσθη.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기