- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 96

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 96)

ἐν δὲ ταῖς αὐταῖς ἡμέραις Πτολεμαῖος ὁ βασιλεὺς ἀπέστειλε τοῖς Ῥοδίοις πλοίων πλῆθος τῶν τὴν ἀγορὰν κομιζόντων, ἐν οἷς ἦσαν σίτου τριάκοντα μυριάδες ἀρταβῶν σὺν τοῖς ὀσπρίοις.? προσφερομένων δ αὐτῶν πρὸς τὴν πόλιν ἐπεχείρησε Δημήτριος ἀποστέλλειν σκάφη τὰ κατάξοντα πρὸς τὴν αὐτοῦ στρατοπεδείαν.

φοροῦ δὲ πνεύματος αὐτοῖς ἐπιγενομένου ταῦτα μὲν πλήρεσι τοῖς ἱστίοις φερόμενα κατηνέχθη πρὸς τοὺς οἰκείους λιμένας, οἱ δ ὑπὸ Δημητρίου πεμφθέντες ἐπανῆλθον ἄπρακτοι. ἔπεμψε δὲ τοῖς Ῥοδίοις καὶ Κάσανδρος κριθῶν μεδίμνους μυρίους καὶ Λυσίμαχος πυρῶν μεδίμνους τετρακισμυρίους καὶ κριθῶν τοὺς ἴσους.

τηλικαύτης οὖν χορηγίας τοῖς κατὰ τὴν πόλιν γενομένης ἤδη κάμνοντες ταῖς ψυχαῖς οἱ πολιορκούμενοι πάλιν ἀνεθάρρησαν καὶ κρίναντες συμφέρειν ἐπιθέσθαι ταῖς μηχαναῖς τῶν πολεμίων πυρφόρων τε πλῆθος παρεσκευάσαντο καὶ τοὺς πετροβόλους καὶ τοὺς ὀξυβελεῖς ἔστησαν ἅπαντας ἐπὶ τοῦ τείχους. νυκτὸς δ ἐπιγενομένης περὶ δευτέραν φυλακὴν ἄφνω τοῖς μὲν πυρφόροις συνεχῶς τὴν ἑλέπολιν ἔβαλλον, τοῖς δ ἄλλοις βέλεσι παντοίοις χρώμενοι τοὺς ἐκεῖ συντρέχοντας κατετίτρωσκον.

οἱ δὲ περὶ τὸν Δημήτριον ἀνελπίστου τῆς ἐπιθέσεως γενομένης ἀγωνιάσαντες περὶ τῶν κατασκευασθέντων ἔργων συνέτρεχον ἐπὶ τὴν βοήθειαν.

ἀσελήνου δὲ τῆς νυκτὸς οὔσης οἱ μὲν πυρφόροι διέλαμπον φερόμενοι βιαίως, οἱ δ ὀξυβελεῖς καὶ πετροβόλοι τὴν φορὰν ἀπροόρατον ἔχοντες πολλοὺς διέφθειρον τῶν μὴ δυναμένων συνιδεῖν τὴν ἐπιφερομένην πληγήν.

ἔτυχον δὲ καὶ τῶν ἀπὸ τῆς μηχανῆς λεπίδων τινὲς ἀποπεσοῦσαι, καταψιλωθέντος δὲ τοῦ τόπου προσέπιπτον οἱ πυρφόροι τῷ ξυλοφανεῖ τοῦ κατασκευάσματος.

διόπερ ἀγωνιάσας ὁ Δημήτριος μήποτε τοῦ πυρὸς ἐπινεμηθέντος ἅπασαν συμβῇ τὴν μηχανὴν λυμανθῆναι, κατὰ τάχος ἐβοήθει καὶ τῷ παρασκευασθέντι ὕδατι ἐν ταῖς στεγαις ἐπειρᾶτο σβεννύναι τὴν ἐπιφερομένην φλόγα. τὸ δὲ τελευταῖον ἀθροίσας τῇ σάλπιγγι τοὺς τεταγμένους ἐπὶ τῆς κινήσεως τῶν ἔργων διὰ τούτων ἀπήγαγε τὰς μηχανὰς ἐκτὸς βέλους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION