호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους.? διόπερ οἱ Ῥόδιοι τάφρον ὀρύξαντες βαθεῖαν, παράλληλον τῷ δοκοῦντι πεσεῖσθαι τείχει, ταχὺ καὶ αὐτοὶ ταῖς μεταλλείαις χρώμενοι συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις καὶ διεκώλυσαν τῆς εἰς τοὔμπροσθεν πορείας.
τῶν δὲ διορυγμάτων παρ ἀμφοτέροις τηρουμένων ἐπεχείρησάν τινες τῶν παρὰ τοῦ Δημητρίου διαφθείρειν χρήμασι τὸν τεταγμένον ἐπὶ τῆς φυλακῆς ὑπὸ τῶν Ῥοδίων Ἀθηναγόραν:
οὗτος δ ἦν Μιλήσιος μὲν τὸ γένος, ὑπὸ Πτολεμαίου δ ἐξαπεσταλμένος ἡγεμὼν τῶν μισθοφόρων. ἐπαγγειλάμενος δὲ προδώσειν συνετάξαθ ἡμέραν καθ ἣν ἔδει παρὰ Δημητρίου πεμφθῆναί τινα τῶν ἀξιολόγων ἡγεμόνων τὸν νυκτὸς ἀναβησόμενον διὰ τοῦ ὀρύγματος εἰς τὴν πόλιν, ὅπως κατασκέψηται τὸν τόπον τὸν μέλλοντα δέξασθαι τοὺς στρατιώτας.
εἰς ἐλπίδας δὲ μεγάλας ἀγαγὼν τοὺς περὶ Δημήτριον ἐμήνυσε τῇ βουλῇ:
καὶ πέμψαντος τοῦ βασιλέως τῶν περὶ αὑτὸν φίλων Ἀλέξανδρον τὸν Μακεδόνα τοῦτον μὲν ἀναβάντα διὰ τῆς διώρυχος συνέλαβον οἱ Ῥόδιοι, τὸν δ Ἀθηναγόραν ἐστεφάνωσαν χρυσῷ στεφάνῳ καὶ δωρεὰν ἔδωκαν ἀργυρίου τάλαντα πέντε, σπεύδοντες καὶ τῶν ἄλλων μισθοφόρων καὶ ξένων ἐκκαλεῖσθαι τὴν πρὸς τὸν δῆμον εὔνοιαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기