- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 90

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 90)

τὴν δὲ ἀντιτεταγμένην δύναμιν οὕτω διαφθείρας προσεδέξατο τοὺς ὑπολελειμμένους τῶν φυγάδων καὶ πρὸς Δεινοκράτην διαλυθεὶς στρατηγὸν αὐτὸν μέρους τῆς δυνάμεως ἀπέδειξε καὶ διετέλεσε πιστεύων τὰ μέγιστα.? θαυμάσειε δ ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς. ὁ δὲ Δεινοκράτην προδοὺς τοὺς συμμάχους τὸν μὲν Πασίφιλον ἐν τῇ Γέλᾳ συναρπάσας ἀπέκτεινεν, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐνεχείρισεν Ἀγαθοκλεῖ, διετῆ χρόνον ἀναλώσας εἰς τὴν τῶν πολεμίων παράθεσιν.

κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν Παλιγνοὺς καταπολεμήσαντες τὴν χώραν ἀφείλοντο καί τισι τῶν δοξάντων τὰ Ῥωμαίων πεφρονηκέναι μετέδωκαν τῆς πολιτείας.

μετὰ δὲ ταῦτα Σαμνιτῶν τὴν Φαλερνῖτιν πορθούντων ἀνέζευξαν ἐπ αὐτοὺς οἱ ὕπατοι καὶ γενομένης παρατάξεως προετέρησαν οἱ Ῥωμαῖοι. σημείας μὲν οὖν εἷλον εἴκοσι, στρατιώτας δ ἐζώγρησαν ὑπὲρ τοὺς δισχιλίους.

τῶν δ ὑπάτων εὐθὺς ἑλόντων πόλιν Βῶλαν Γέλλιος Γάιος ὁ τῶν Σαμνιτῶν ἡγεμὼν ἐφάνη μετὰ στρατιωτῶν ἑξακισχιλίων. γενομένης δὲ μάχης ἰσχυρᾶς αὐτός τε ὁ Γέλλιος ἑάλω καὶ τῶν ἄλλων Σαμνιτῶν οἱ πλεῖστοι μὲν κατεκόπησαν, τινὲς δὲ καὶ ζῶντες συνελήφθησαν. οἱ δ ὕπατοι τοιούτοις προτερήμασι χρησάμενοι τῶν συμμαχίδων πόλεων τὰς ἁλούσας ἀνεκτήσαντο, Σώραν, Ἁρπίναν καὶ Σερεννίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION