- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 79

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 79)

Ἀγαθοκλῆς δ ἐπ οὐδενὶ τούτων μετεωρισθεὶς οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ τηλικαύτην ἀρχὴν ἔκδοτον πεποίηται ταῖς ὁμολογίαις.? ταύτας δ ἀσυντελέστους συνέβη γενέσθαι τῇ μὲν Ἀγαθοκλέους προαιρέσει κυρωθείσας, διὰ δὲ τὴν Δεινοκράτους πλεονεξίαν μὴ προσδεχθείσας. οὗτος γὰρ μοναρχίας ὢν ἐπιθυμητὴς τῆς μὲν ἐν ταῖς Συρακούσσαις δημοκρατίας ἀλλότριος ἦν, τῇ δὲ ἡγεμονίᾳ τῇ τότε οὔσῃ περὶ αὐτὸν εὐαρεστεῖτο:

ἀφηγεῖτο γὰρ πεζῶν μὲν πλειόνων ἢ δισμυρίων, ἱππέων δὲ τρισχιλίων, πόλεων δὲ πολλῶν καὶ μεγάλων, ὥστε αὐτὸν μὲν καλεῖσθαι τῶν φυγάδων στρατηγόν, τῇ δ ἀληθείᾳ βασιλικὴν ἔχειν ὑπεροχήν, τῆς ἐξουσίας οὔσης περὶ αὐτὸν αὐτοκράτορος. εἰ κατέλθοι δ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν ἰδιώτην ὑπάρχειν καὶ ἕνα τῶν πολλῶν ἀριθμεῖσθαι, τῆς αὐτονομίας ἀγαπώσης τὴν ἰσότητα, ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι, τοῦ πλήθους ἀντικειμένου ταῖς ὑπεροχαῖς τῶν ἀνδρῶν τῶν ἀγόντων παρρησίαν.

διόπερ Ἀγαθοκλῆς μὲν δικαίως ἂν λέγοιτο λελοιπέναι τὴν τῆς τυραννίδος τάξιν, Δεινοκράτης δ αἴτιος εἶναι νομίζοιτο τῶν ὕστερον τῷ δυνάστῃ κατορθωθέντων. οὗτος γάρ, συνεχῶς Ἀγαθοκλέους διαπρεσβευομένου περὶ τῶν ὁμολογιῶν καὶ δεομένου συγχωρῆσαι τὰ δύο φρούρια πρὸς καταβίωσιν, ἀεὶ προφάσεις εὐλόγους κατεσκεύαζε, δι ὧν διέκοπτε τὰς ἐλπίδας τῶν ὁμολογιῶν, ποτὲ μὲν ἀποφαινόμενος ἐκ Σικελίας αὐτὸν ἀπαλλάττεσθαι, ποτὲ δὲ τὰ τέκνα πρὸς ὁμηρίαν αἰτῶν.

ὁ δ Ἀγαθοκλῆς γνοὺς αὐτοῦ τὴν ἐπίνοιαν πρὸς μὲν τοὺς φυγάδας διεπέμπετο κατηγορῶν τοῦ Δεινοκράτους ὡς διακωλύοντος αὐτοῦ τυχεῖν αὐτοὺς τῆς αὐτονομίας, πρὸς δὲ Καρχηδονίους πρεσβευτὰς ἀποστείλας συνέθετο τὴν εἰρήνην ἐφ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας πάσας τὰς πρότερον ὑπ αὐτοὺς γεγενημένας:

ἀντὶ δὲ τούτων ἔλαβε παρὰ Καρχηδονίων χρυσίον μὲν εἰς ἀργυρίου λόγον ἀναγόμενον τριακοσίων ταλάντων, ὡς δὲ Τίμαιός φησιν, ἑκατὸν πεντήκοντα, σίτου δὲ μεδίμνων εἴκοσι μυριάδας. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION