호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κόροιβος, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν παρέλαβον Κόιντος Μάρκιος καὶ Πόπλιος Κορνήλιος.? ἐπὶ δὲ τούτων Ἀντίγονος ὁ βασιλεύς, τελευτήσαντος αὐτῷ τοῦ νεωτέρου τῶν υἱῶν Φοίνικος, τοῦτον μὲν βασιλικῶς ἔθαψε, τὸν δὲ Δημήτριον ἐκ τῆς Κύπρου μεταπεμψάμενος ἤθροιζε τὰς δυνάμεις εἰς τὴν Ἀντιγονίαν. ἔκρινε δὲ στρατεύειν ἐπὶ τὴν Αἴγυπτον.
αὐτὸς μὲν οὖν τοῦ πεζοῦ στρατεύματος ἀφηγούμενος προῆγε διὰ τῆς Κοίλης Συρίας, ἔχων πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ περὶ ὀκτακισχιλίους, ἐλέφαντας δὲ τρισὶ πλείους τῶν ὀγδοήκοντα: τῷ δὲ Δημητρίῳ παραδοὺς τὸν στόλον συνέταξε συμπαραπλεῖν ἅμα πορευομένῃ τῇ δυνάμει, παρεσκευασμένων νεῶν τῶν ἁπασῶν μακρῶν μὲν ἑκατὸν πεντήκοντα, πορίων δὲ στρατιωτικῶν ἑκατόν, ἐν οἷς ἐκομίζετο βελῶν πλῆθος. τῶν δὲ κυβερνητῶν οἰομένων δεῖν ἀπομένειν τὴν τῆς Πλειάδος δύσιν δοκοῦσαν ἔσεσθαι μεθ ἡμέρας ὀκτώ, τούτοις μὲν ἐπετίμησεν ὡς κατορρωδοῦσι τοὺς κινδύνους, αὐτὸς δὲ στρατοπεδεύων περὶ Γάζαν καὶ σπεύδων φθάσαι τὴν τοῦ Πτολεμαίου παρασκευὴν τοῖς μὲν στρατιώταις παρήγγειλε δέχ ἡμερῶν ἔχειν ἐπισίτισιν, ἐπὶ δὲ ταῖς καμήλοις ταῖς ἀθροισθείσαις ὑπὸ τῶν Ἀράβων ἐπέθηκε σίτου μυριάδας μεδίμνων τρισκαίδεκα καὶ χόρτου πλῆθος τοῖς τετράποσι:
τά τε βέλη κομίζων τοῖς ζεύγεσι προῆγε διὰ τῆς ἐρήμου μετὰ κακοπαθείας διὰ τὸ πολλοὺς εἶναι τῶν τόπων τελματώδεις καὶ μάλιστα περὶ τὰ καλούμενα Βάραθρα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기