- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 70

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 70)

τῆς δ Ἀγαθοκλέους στρατείας εἰς Λιβύην ἐπισημήναιτ ἄν τις τό τε παράδοξον καὶ τὴν εἰς τὰ τέκνα γενομένην τιμωρίαν οἱο῀ν τῇ θείᾳ προνοίᾳ.? ἐπὶ μὲν γὰρ τῆς Σικελίας ἡττηθεὶς καὶ τὴν πλείστην τῆς δυνάμεως ἀπολέσας ἐπὶ τῆς Λιβύης μικρῷ μέρει τοὺς προνενικηκότας κατεπολέμησεν. καὶ τὰς μὲν ἐν τῇ Σικελίᾳ πόλεις ἁπάσας ἀποβαλὼν πρὸς Συρακούσσαις ἐπολιορκεῖτο, κατὰ δὲ τὴν Λιβύην πασῶν τῶν ἄλλων πόλεων ἐγκρατὴς γενόμενος εἰς πολιορκίαν κατέκλεισε τοὺς Καρχηδονίους, τῆς τύχης ὥσπερ ἐπίτηδες ἐπιδεικνυμένης τὴν ἰδίαν δύναμιν ἐπὶ τῶν ἀπηλπισμένων.

εἰς τηλικαύτην δ ὑπεροχὴν ἐλθόντος αὐτοῦ καὶ τὸν Ὀφέλλαν φονεύσαντος, ὄντα φίλον καὶ ξένον, φανερῶς ἐπεσημήνατο τὸ δαιμόνιον ὡς διὰ τὴν εἰς τοῦτον παρανομίαν τῶν ὕστερον αὐτῷ γεγενημένων τὸ θεῖον ἐπιστήσαι:

τοῦ γὰρ αὐτοῦ μηνὸς καὶ τῆς αὐτῆς ἡμέρας Ὀφέλλαν ἀνελὼν παρέλαβε τὴν δύναμιν καὶ πάλιν τοὺς υἱοὺς ἀπολέσας ἀπέβαλε τὸ στρατόπεδον. καὶ τὸ πάντων ἰδιώτατον, ὁ θεὸς ὥσπερ ἀγαθὸς νομοθέτης διπλῆν ἔλαβε παρ αὐτοῦ τὴν κόλασιν:

ἕνα γὰρ φίλον ἀδίκως φονεύσας δυεῖν υἱῶν ἐστερήθη, τῶν μετ Ὀφέλλα παραγενομένων προσενεγκάντων τὰς χεῖρας τοῖς νεανίσκοις. ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς καταφρονοῦντας τῶν τοιούτων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION