- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 68

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 68)

Ἀγαθοκλῆς δέ, μετὰ τὴν γενομένην ἀτυχίαν τῶν μὲν Λιβύων ἁπάντων ἀποστάντων ἀπ αὐτοῦ, τῆς δὲ ὑπολειπομένης δυνάμεως ἀδυνατούσης διαπολεμεῖν πρὸς τοὺς Καρχηδονίους διέγνω τὴν Λιβύην ἐκλιπεῖν.? διακομίσαι δὲ τοὺς στρατιώτας οὐχ ὑπελάμβανεν δυνήσεσθαι διὰ τὸ μήτε πόρια παρεσκευάσθαι μήτε τοὺς Καρχηδονίους ἐπιτρέψαι ποτ ἂν θαλασσοκρατοῦντας. διαλύσεις δ οὐκ ἐνόμιζε ποιήσεσθαι τοὺς βαρβάρους, πολὺ προέχοντας ταῖς δυνάμεσι καὶ διαβεβαιουμένους ταῖς τῶν πρῶτον διαβάντων ἀπωλείαις ἀποτρέψαι τοὺς ἄλλους ἐπιτίθεσθαι τῇ Λιβύῃ.

ἔκρινεν οὖν μετ ὀλίγων λάθρᾳ ποιήσασθαι τὴν ἀναγωγὴν καὶ συνενεβίβασε τὸν νεώτερον τῶν υἱῶν Ἡρακλείδην:

τὸν γὰρ Ἀρχάγαθον εὐλαβεῖτο μήποτε συνὼν τῇ μητρυιᾷ καὶ φύσει τολμηρὸς ὢν ἐπιβουλὴν κατ αὐτοῦ συστήσῃ. ὁ δ Ἀρχάγαθος ὑποπτεύσας αὐτοῦ τὴν ἐπίνοιαν παρετήρει τὸν ἔκπλουν, διανοούμενος μηνῦσαι τῶν ἡγεμόνων τοῖς διακωλύσουσι τὴν ἐπιβολήν: ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸ τῶν μὲν κινδύνων ἑαυτὸν προθύμως μετεσχηκέναι, προαγωνιζόμενον τοῦ πατρὸς καὶ τἀδελφοῦ, τῆς δὲ σωτηρίας μόνον ἀποστερεῖσθαι, καταλειπόμενον ἔκδοτον τοῖς πολεμίοις. διὸ δὴ τοὺς περὶ τὸν Ἀγαθοκλέα μέλλοντας λάθρᾳ τὸν ἀπόπλουν ποιεῖσθαι νυκτὸς ἐμήνυσέ τισι τῶν ἡγεμόνων.

οἱ δὲ συνδραμόντες οὐ μόνον διεκώλυσαν, ἀλλὰ καὶ τῷ πλήθει τὴν ῥᾳδιουργίαν ἐξέθηκαν:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION