호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Δημήτριος κατανοήσας τὸν ἐπίπλουν Ἀντισθένην μὲν τὸν ναύαρχον ἔχοντα ναῦς δέκα τῶν πεντηρικῶν ἀπέλιπε κωλύσοντα τὰς ἐκ τῆς πόλεως ναῦς ἐπεξιέναι πρὸς τὴν ναυμαχίαν, ἔχοντος τοῦ λιμένος στενὸν τὸν ἔκπλουν, τοῖς δ ἱππεῦσι προσέταξε παράγειν παρὰ τὸν αἰγιαλόν, ἵν ἐάν τι γένηται πταῖσμα, διασώσαιεν τοὺς πρὸς τὴν γῆν διανηξομένους.? αὐτὸς δ ἐκτάξας τὰς ναῦς ἀπήντα τοῖς πολεμίοις, ἔχων τὰς ἁπάσας ὀκτὼ πλείους τῶν ἑκατὸν σὺν ταῖς πληρωθείσαις ἐκ τῶν χωρίων τῶν ληφθέντων:
τούτων δ ἦσαν αἱ μέγισται μὲν ἑπτήρεις, αἱ πλεῖσται δὲ πεντήρεις. καὶ τὸ μὲν εὐώνυμον κέρας ἐπεῖχον ἑπτήρεις ἑπτὰ Φοινίκων, τετρήρεις δὲ τριάκοντα τῶν Ἀθηναίων, Μηδίου τοῦ ναυάρχου τὴν ἡγεμονίαν ἔχοντος:
ἐπίπλους δὲ τούτοις ἔταξεν ἑξήρεις δέκα καὶ πεντήρεις ἄλλας τοσαύτας, διεγνωκὼς ἰσχυρὸν κατασκευάσαι τοῦτο τὸ κέρας ἐφ οὗ καὶ αὐτὸς ἤμελλε διαγωνίζεσθαι. κατὰ μέσην δὲ τὴν τάξιν τὰ ἐλάχιστα τῶν σκαφῶν ἔστησεν, ὧν ἡγοῦντο Θεμίσων τε ὁ Σάμιος καὶ Μαρσύας ὁ τὰς Μακεδονικὰς πράξεις συνταξάμενος.
τὸ δὲ δεξιὸν εἶχε κέρας Ἡγήσιππός τε ὁ Ἁλικαρνασσεὺς καὶ Πλειστίας ὁ Κῷος, ἀρχικυβερνήτης ὢν τοῦ σύμπαντος στόλου. Πτολεμαῖος δὲ τὸ μὲν πρῶτον ἔτι νυκτὸς ἐπέπλει κατὰ σπουδὴν ἐπὶ τὴν Σαλαμῖνα, νομίζων φθάσαι τοὺς πολεμίους τὸν εἴσπλουν ποιησάμενος:
ὡς δ ἡμέρας ἐπιγενομένης οὐ μακρὰν ὁ τῶν ἐναντίων στόλος ἐκτεταγμένος ἑωρᾶτο, καὶ αὐτὸς τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζετο. τὰ μὲν οὖν πόρια πόρρωθεν ἐπακολουθεῖν παρήγγειλεν, τῶν δὲ ἄλλων νεῶν τὴν ἁρμόζουσαν τάξιν ποιησάμενος αὐτὸς τὸ λαιὸν κέρας διακατεῖχε, συναγωνιζομένων αὐτῷ τῶν μεγίστων σκαφῶν.
τοιαύτης δὲ τῆς διατάξεως γενομένης εὐχὰς ἑκάτεροι τοῖς θεοῖς ἐποιοῦντο, καθάπερ ἦν ἔθος, διὰ τῶν κελευστῶν, συνεπιλαβομένου καὶ τοῦ πλήθους τῇ φωνῇ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기