호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ γ οὖν Ὀφέλλας ἀναλαβὼν τὴν δύναμιν προῆγεν διὰ τῆς ἀνύδρου καὶ θηριώδους ἐπιπόνως:? οὐ μόνον γὰρ ὕδατος ἐσπάνιζεν, ἀλλὰ καὶ τῆς ξηρᾶς τροφῆς ἀπολιπούσης ἐκινδύνευσεν ἅπαν ἀπολέσαι τὸ στρατόπεδον. δακέτων δὲ θηρίων παντοίων ἐπεχόντων τὰ περὶ τὰς Σύρτεις ἔρημα καὶ τῶν πλείστων ὀλέθριον ἐχόντων τὸ δῆγμα πολλῇ τῇ συμφορᾷ περιέπιπτον, ἀβοήθητον ἔχοντες τὴν ἐκ τῶν ἰατρῶν καὶ φίλων ἐπικουρίαν.
καὶ γὰρ ἔνιοι τῶν ὄφεων ὁμοίαν ἔχοντες τὴν χρόαν τῇ κατ αὐτοὺς οὔσῃ χώρᾳ τὴν ἰδίαν φύσιν ἀπροόρατον ἐποίουν: οἷς πολλοὶ διὰ τὴν ἄγνοιαν ἐπιβαίνοντες δήγμασι θανατηφόροις περιέπιπτον. τέλος δὲ κατὰ τὴν ὁδοιπορίαν πλεῖον ἢ δύο μῆνας κακοπαθήσαντες μόγις διήνυσαν πρὸς τοὺς περὶ Ἀγαθοκλέα καὶ βραχὺ διαχωρίσαντες ἀπ ἀλλήλων τὴν δύναμιν κατεστρατοπέδευσαν. εἶθ οἱ μὲν Καρχηδόνιοι πυθόμενοι τὴν τούτων παρουσίαν κατεπλάγησαν, ὁρῶντες τηλικαύτην δύναμιν κατ αὐτῶν ἥκουσαν:
ὁ δ Ἀγαθοκλῆς ἀπαντήσας τοῖς περὶ τὸν Ὀφέλλαν καὶ φιλοφρόνως ἅπαντα χορηγήσας τούτους μὲν ἠξίου τὴν στρατιὰν ἀναλαμβάνειν ἐκ τῆς κακοπαθείας, αὐτὸς δὲ ἐπιμείνας ἡμέρας ὀλίγας καὶ κατασκεψάμενος ἕκαστα τῶν πραττομένων ἐν τῇ παρεμβολῇ τῶν παρόντων, ἐπεὶ τὸ πλεῖον μέρος τῶν στρατιωτῶν ἐπὶ χορτάσματα καὶ σιτολογίαν ἐξεληλύθει, τὸν δὲ Ὀφέλλαν ἑώρα μηδὲν τῶν ὑφ ἑαυτοῦ βεβουλευμένων ὑπονοοῦντα, συνήγαγεν ἐκκλησίαν τῶν ἰδίων στρατιωτῶν, κατηγορήσας δὲ τοῦ παρόντος ἐπὶ τὴν συμμαχίαν ὡς ἐπιβουλεύοντος καὶ παροξύνας τὸ πλῆθος εὐθὺς διεσκευασμένην τὴν δύναμιν ἦγεν ἐπὶ τοὺς Κυρηναίους. εἶθ ὁ μὲν Ὀφέλλας διὰ τὸ παράδοξον καταπλαγεὶς ἐπεχείρησε μὲν ἀμύνασθαι, καταταχούμενος δὲ καὶ τὴν ὑπολελειμμένην δύναμιν οὐκ ἔχων ἀξιόχρεων μαχόμενος ἐτελεύτησεν:
ὁ δ Ἀγαθοκλῆς συναναγκάσας τὸ λοιπὸν πλῆθος ἀποθέσθαι τὰ ὅπλα καὶ φιλανθρώποις ἐπαγγελίαις παραστησάμενος ἅπαντας κύριος ἐγένετο τῆς δυνάμεως πάσης.
Ὀφέλλας μὲν οὖν ἐλπίσας μεγάλα καὶ προχειρότερον αὑτὸν πιστεύσας τοιαύτης ἔτυχε τῆς τοῦ βίου καταστροφῆς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기