- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 39

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 39)

ὁ δ Ἀγαθοκλῆς ἀφεὶς τὸ διώκειν τούτους ὡρ´μησεν ἐπὶ τοὺς καταφυγόντας βαρβάρους εἰς τὴν παρεμβολὴν καὶ προσβιαζόμενος τόποις προσάντεσι καὶ δυσπροσίτοις οὐχ ἧττον ἔπασχεν ἢ διετίθει τοὺς Καρχηδονίους.? οὐ μὴν ἔληγε τῆς τόλμης, ἀλλὰ τῇ νίκῃ μετεωριζόμενος ἐνέκειτο, διαλαμβάνων κατὰ κράτος αἱρήσειν τὴν στρατοπεδείαν. ἐν τοσούτῳ δὲ τὸ τέλος τῆς μάχης καραδοκοῦντες οἱ Νομάδες ταῖς μὲν τῶν Καρχηδονίων ἀποσκευαῖς οὐχ οἱοί῀ τε ἦσαν ἐπιθέσθαι διὰ τὸ τὰς δυνάμεις ἀμφοτέρας πλησίον τῆς παρεμβολῆς ἀγωνίζεσθαι, ἐπὶ δὲ τὴν τῶν Ἑλλήνων στρατοπεδείαν ὡρ´μησαν, εἰδότες τὸν Ἀγαθοκλέα μακρὰν ἀπεσπασμένον.

ἐρήμου δ αὐτῆς οὔσης τῶν δυναμένων ἀμύνασθαι ῥᾳδίως ἐπιπεσόντες τοὺς μὲν ἀντιστάντας ὀλίγους ὄντας ἀπέκτειναν, αἰχμαλώτων δὲ πλήθους καὶ τῆς ἄλλης ὠφελείας ἐκυρίευσαν. ἃ δὴ πυθόμενος ὁ Ἀγαθοκλῆς ἦγε κατὰ τάχος τὴν δύναμιν καὶ τινὰ μὲν τῶν ἀφηρπασμένων ἀνέσωσε, τῶν δὲ πλείστων οἱ Νομάδες ἐκυρίευον καὶ νυκτὸς ἐπιγενομένης μακρὰν ἑαυτοὺς ἐξετόπισαν.

ὁ δὲ δυνάστης στήσας τρόπαιον τὰ μὲν λάφυρα διείλετο τοῖς στρατιώταις, ὅπως μηδεὶς ἀγανακτήσῃ περὶ τῶν ἀπολωλότων, τοὺς δ αἰχμαλώτους Ἕλληνας τοὺς συστρατευσαμένους τοῖς Καρχηδονίοις εἴς τι φρούριον ἀπέθετο.

οὗτοι μὲν οὖν εὐλαβούμενοι τὴν ἀπὸ τοῦ δυνάστου τιμωρίαν νυκτὸς ἐπέθεντο τοῖς ἐν τῷ φρουρίῳ καὶ τῇ μάχῃ κρατούμενοι κατελάβοντο τόπον ἐρυμνόν, ὄντες οὐκ ἐλάττους τῶν χιλίων, ὧν ἦσαν Συρακόσιοι πλείους τῶν πεντακοσίων:

Ἀγαθοκλῆς δὲ πυθόμενος τὸ πεπραγμένον ἧκε μετὰ τῆς δυνάμεως καὶ καταβιβάσας ὑποσπόνδους τοὺς ἐπιθεμένους ἅπαντας ἀπέσφαξεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION