호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Καρχηδόνιοι γνόντες τὴν παρὰ τοῖς πολεμίοις στάσιν ἔπεμψάν τινας ἀξιοῦντες μεταβάλλεσθαι καὶ τούς τε μισθοὺς μείζους καὶ δωρεὰς ἀξιολόγους δώσειν ἐπηγγέλλοντο.? πολλοὶ μὲν οὖν τῶν ἡγεμόνων ἀπάξειν πρὸς αὐτοὺς τὴν στρατιὰν ἐπηγγείλαντο: ὁ δ Ἀγαθοκλῆς ὁρῶν τὴν σωτηρίαν ἐπὶ ῥοπῆς κειμένην καὶ φοβούμενος μὴ τοῖς πολεμίοις παραδοθεὶς μεθ ὕβρεως καταστρέψῃ τὸν βίον, ὑπέλαβε κρεῖττον εἶναι, κἂν δέῃ τι πάσχειν, ὑπὸ τῶν στρατιωτῶν ἀποθανεῖν.
διόπερ ἀποθέμενος τὴν πορφύραν καὶ μεταλαβὼν ἰδιωτικὴν καὶ ταπεινὴν ἐσθῆτα παρῆλθεν εἰς τὸ μέσον.
σιωπῆς οὖν γενομένης διὰ τὸ παράδοξον καὶ πολλῶν γενομένων τῶν συνδραμόντων διεξῆλθε λόγους οἰκείους τῆς περιστάσεως καὶ τῶν προκατεργασθεισῶν αὐτῷ πράξεων ἀναμνήσας ἔφησεν ἕτοιμος εἶναι τελευτᾶν, εἰ τοῦτο δόξει συμφέρειν τοῖς συστρατευομένοις: οὐδέποτε γὰρ αὐτὸν δειλίᾳ συνεσχημένον ὑπομεῖναί τι παθεῖν ἄτοπον ἕνεκα τοῦ φιλοψυχεῖν.
καὶ τούτου μάρτυρας ἐκείνους ὑπάρχειν ἀποφαινόμενος ἐγύμνωσε τὸ ξίφος, ὡς σφάξων ἑαυτόν. μέλλοντος δ ἐπιφέρειν πληγὴν ἀνεβόησε τὸ στρατόπεδον διακωλῦον καὶ πανταχόθεν ἐγίνοντο φωναὶ τῶν ἐγκλημάτων ἀπολύουσαι. προστάττοντος δὲ τοῦ πλήθους ἀναλαβεῖν τὴν βασιλικὴν ἐσθῆτα δακρύων καὶ τοῖς ὄχλοις εὐχαριστῶν ἐνεδύετο τὸν προσήκοντα κόσμον, τοῦ πλήθους τὴν ἀποκατάστασιν κρότῳ παραμυθησαμένου.
τῶν δὲ Καρχηδονίων καραδοκούντων ὡς αὐτίκα μάλα τῶν Ἑλλήνων πρὸς αὐτοὺς μεταθησομένων, Ἀγαθοκλῆς οὐ παρεὶς τὸν καιρὸν ἐξήγαγεν ἐπ αὐτοὺς τὴν δύναμιν. οἱ μὲν οὖν βάρβαροι νομίζοντες τοὺς ἐναντίους ἀποχωρεῖν πρὸς αὑτούς, οὐδεμίαν τῶν πρὸς ἀλήθειαν πεπραγμένων ἔννοιαν ἐλάμβανον:
ὁ δ Ἀγαθοκλῆς ὡς ἐπλησίασε τοῖς πολεμίοις, ἄφνω τὸ πολεμικὸν προσέταξε σημαίνειν καὶ προσπεσὼν πολὺν ἐποίει φόνον. οἱ δὲ Καρχηδόνιοι παραδόξῳ συμπτώματι περιπεσόντες καὶ πολλοὺς τῶν στρατιωτῶν ἀποβαλόντες συνέφυγον εἰς τὴν παρεμβολήν. Ἀγαθοκλῆς μὲν οὖν διὰ τὸν υἱὸν εἰς τοὺς ἐσχάτους ἐλθὼν κινδύνους διὰ τῆς ἰδίας ἀρετῆς οὐ μόνον λύσιν εὑρ῀ε τῶν κακῶν, ἀλλὰ καὶ τοὺς πολεμίους ἠλάττωσεν:
οἱ δὲ τῆς στάσεως μάλιστ αἴτιοι γενόμενοι καὶ τῶν ἄλλων ὅσοι πρὸς τὸν δυνάστην ἀλλοτρίως διέκειντο, ὑπὲρ τοὺς διακοσίους ὄντες, ἐτόλμησαν πρὸς τοὺς Καρχηδονίους αὐτομολῆσαι. ἡμεῖς δὲ τὰ περὶ Λιβύην καὶ Σικελίαν διεληλυθότες μνησθησόμεθα καὶ τῶν ἐν Ἰταλίᾳ πραχθέντων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기