- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 31

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 31)

γεγονότων εὐτυχημάτων ἀπαγγελοῦντας:? ἡ δὲ τῶν Καρχηδονίων στρατιὰ μετὰ τὴν γενομένην συμφορὰν μαθοῦσα τὴν αἰτίαν τῶν ἀτυχημάτων μόγις ἀπηλλάγη τῶν φόβων. ἀναρχίας δ οὔσης διέστησαν οἱ βάρβαροι πρὸς τοὺς Ἕλληνας. οἱ μὲν οὖν φυγάδες μετὰ τῶν λοιπῶν Ἑλλήνων Δεινοκράτην στρατηγὸν ἀπέδειξαν, οἱ δὲ Καρχηδόνιοι τοῖς δευτερεύουσι μετὰ τὸν στρατηγὸν τιμῇ τὴν ἡγεμονίαν ἐνεχείρισαν.

καθ ὃν δὴ χρόνον Ἀκραγαντῖνοι θεωροῦντες τὴν ἐν Σικελίᾳ κατάστασιν εὐφυεστάτην οὖσαν πρὸς ἐπίθεσιν ἠμφισβήτησαν τῆς κατὰ τὴν νῆσον ἡγεμονίας: ὑπελάμβανον γὰρ Καρχηδονίους μὲν μόγις ἀνθέξειν τῷ πρὸς Ἀγαθοκλέα πολέμῳ, Δεινοκράτην δ εὐκαταγώνιστον εἶναι συνηθροικότα φυγαδικὴν στρατιάν, τοὺς δ ἐν ταῖς Συρακούσσαις θλιβομένους τῇ σιτοδείᾳ μηδ ἐγχειρήσειν ἀμφισβητεῖν τῶν πρωτείων, τὸ δὲ μέγιστον, τὴν στρατείαν ἑαυτῶν ποιουμένων ἐπ ἐλευθερώσει τῶν πόλεων ἀσμένως ἅπαντας ὑπακούσεσθαι διά τε τὸ πρὸς τοὺς βαρβάρους μίσος καὶ διὰ τὴν ἔμφυτον πᾶσιν ἐπιθυμίαν τῆς αὐτονομίας.

οὗτοι μὲν οὖν ἑλόμενοι στρατηγὸν Ξενόδικον καὶ τὴν ἁρμόζουσαν δόντες δύναμιν ἐξέπεμψαν ἐπὶ τὸν πόλεμον:

ὁ δὲ παραχρῆμα ἐπὶ τὴν Γέλαν ὁρμήσας καὶ διά τινων ἰδιοξένων νυκτὸς εἰσαχθεὶς ἐκυρίευσε τῆς πόλεως ἅμα καὶ δυνάμεως ἁδρᾶς καὶ χρημάτων. ἐλευθερωθέντες οὖν οἱ Γελῷοι προθυμότατα πανδημεὶ συστρατεύοντες ἠλευθέρουν τὰς πόλεις.

διαβοηθείσης δὲ τῆς τῶν Ἀκραγαντίνων ἐπιβολῆς κατὰ πᾶσαν τὴν νῆσον ἐνέπεσεν ὁρμὴ ταῖς πόλεσι πρὸς τὴν ἐλευθερίαν. καὶ πρῶτοι μὲν Ἐνναῖοι πέμψαντες τὴν πόλιν τοῖς Ἀκραγαντίνοις παρέδωκαν: οἱ δὲ ταύτην ἐλευθερώσαντες παρῆλθον ἐπὶ τὸν Ἐρβησσόν, φρουρᾶς ἐν αὐτῷ παραφυλαττούσης τὴν πόλιν. γενομένης δὲ μάχης ἰσχυρᾶς καὶ τῶν πολιτικῶν συνεργησάντων συνέβη τὴν φρουρὰν ἁλῶναι καὶ πολλοὺς μὲν πεσεῖν τῶν βαρβάρων, εἰς πεντακοσίους δὲ θεμένους τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION