- 텍스트

Diodorus Siculus, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 24

(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 20, chapter 24)

ὃς ταφὴν συντελέσας μεγαλοπρεπῆ καὶ καταθέμενος εἰς τὰς βασιλικὰς θήκας τὸ σῶμα ταχέως ἧκεν εἰς Γάργαζαν καὶ τὴν δύναμιν ἅμα καὶ τὴν δυναστείαν παρέλαβεν.? Εὐμήλου δὲ διαπρεσβευομένου περὶ μέρους τῆς βασιλείας τούτῳ μὲν οὐ προσεῖχεν, ἐν δὲ Γαργάζῃ φρουρὰν ἀπολιπὼν ἐπανῆλθεν εἰς Παντικάπαιον, ἀσφαλισόμενος τὰ κατὰ τὴν βασιλείαν. καθ ὃν δὴ χρόνον Εὔμηλος, συναγωνισαμένων αὐτῷ τῶν βαρβάρων, τήν τε Γάργαζαν κατελάβετο καὶ τῶν ἄλλων πολισμάτων καὶ χωρίων οὐκ ὀλίγα. ἐπιστρατεύσαντος δὲ τοῦ Πρυτάνιδος μάχῃ τε ἐνίκησε τὸν ἀδελφὸν καὶ συγκλείσας εἰς τὸν ἰσθμὸν τὸν πλησίον τῆς Μαιώτιδος λίμνης συνηνάγκασεν ὁμολογίας θέσθαι, καθ ἃς τούς τε στρατιώτας παρέδωκε καὶ τῆς βασιλείας ἐκχωρεῖν ὡμολόγησεν.

ὡς δὲ παρεγένετο εἰς Παντικάπαιον, ἐν ᾧ τὸ βασίλειον ἦν ἀεὶ τῶν ἐν Βοσπόρῳ βασιλευσάντων, ἐπεχείρησε μὲν πάλιν ἀνακτᾶσθαι τὴν βασιλείαν, κατισχυθεὶς δὲ καὶ φυγὼν εἰς τοὺς καλουμένους Κήπους ἀνῃρέθη. Εὔμηλος δὲ μετὰ τὸν τῶν ἀδελφῶν θάνατον βουλόμενος ἀσφαλῶς θέσθαι τὰ κατὰ τὴν ἀρχὴν ἀνεῖλε τούς τε φίλους τῶν περὶ τὸν Σάτυρον καὶ Πρύτανιν, ἔτι δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα.

μόνος δὲ διέφυγεν αὐτὸν ὁ παῖς ὁ Σατύρου Παρυσάδης, νέος ὢν παντελῶς τὴν ἡλικίαν: ἐξιππεύσας γὰρ ἐκ τῆς πόλεως κατέφυγε πρὸς Ἄγαρον τὸν βασιλέα τῶν Σκυδῶν. ἀγανακτούντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ φόνῳ τῶν οἰκείων συναγαγὼν εἰς ἐκκλησίαν τὰ πλήθη περί τε τούτων ἀπελογήσατο καὶ τὴν πάτριον πολιτείαν ἀποκατέστησεν.

συνεχώρησε δὲ καὶ τὴν ἀτέλειαν ἔχειν τὴν ἐπὶ τῶν προγόνων οὖσαν τοῖς Παντικάπαιον οἰκοῦσι. προσεπηγγείλατο δὲ καὶ τῶν εἰσφορῶν ἅπαντας ἀφήσειν καὶ πολλὰ διελέχθη δημαγωγῶν τὰ πλήθη. ταχὺ δὲ πάντων εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστάντων διὰ τὰς εὐεργεσίας τὸ λοιπὸν ἐβασίλευεν ἄρχων νομίμως τῶν ὑποτεταγμένων καὶ διὰ τὴν ἀρετὴν οὐ μετρίως θαυμαζόμενος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION