호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατὰ δὲ τὴν Μακεδονίαν Κάσανδρος μὲν βοηθήσας Αὐδολέοντι τῷ Παιόνων βασιλεῖ διαπολεμοῦντι πρὸς Αὐταριάτας, τοῦτον μὲν ἐκ τῶν κινδύνων ἐρρύσατο, τοὺς δὲ Αὐταριάτας σὺν τοῖς ἀκολουθοῦσι παισὶ καὶ γυναιξὶν ὄντας εἰς δισμυρίους κατῴκισεν παρὰ τὸ καλούμενον Ὀρβηλὸν ὄρος.? τούτου δὲ περὶ ταῦτ ὄντος κατὰ μὲν τὴν Πελοπόννησον Πτολεμαῖος ὁ στρατηγὸς Ἀντιγόνου δυνάμεις πεπιστευμένος καὶ τῷ δυνάστῃ προσκόψας ὡς οὐ κατὰ τὴν ἀξίαν τιμώμενος Ἀντιγόνου μὲν ἀπέστη, πρὸς δὲ Κάσανδρον συμμαχίαν ἐποιήσατο.
καταλελοιπὼς δὲ τῆς ἐφ Ἑλλησπόντῳ σατραπείας ἐπιστάτην Φοίνικα, ἕνα τῶν πιστοτάτων φίλων, ἀπέστειλεν αὐτῷ στρατιώτας, ἀξιῶν διαφυλάττειν τὰ φρούρια καὶ τὰς πόλεις καὶ μὴ προσέχειν Ἀντιγόνῳ. τῶν δὲ κοινῶν συνθηκῶν τοῖς ἡγεμόσι περιεχουσῶν ἐλευθέρας ἀφεῖσθαι τὰς Ἑλληνίδας πόλεις, οἱ περὶ Πτολεμαῖον τὸν Αἰγύπτου δυνάστην, ἐγκαλέσαντες Ἀντιγόνῳ διότι φρουραῖς τινας διείληφε τῶν πόλεων, πολεμεῖν παρεσκευάζοντο.
καὶ τὴν μὲν δύναμιν ἐξαποστείλας Πτολεμαῖος καὶ στρατηγὸν Λεωνίδην τὰς ἐν τῇ τραχείᾳ Κιλικίᾳ πόλεις οὔσας ὑπ Ἀντίγονον ἐχειρώσατο, διεπέμπετο δὲ καὶ εἰς τὰς ὑπὸ Κάσανδρον καὶ Λυσίμαχον πόλεις, ἀξιῶν συμφρονεῖν ἑαυτῷ καὶ κωλύειν Ἀντίγονον ἰσχυρὸν γίνεσθαι.
ὁ δ Ἀντίγονος τῶν υἱῶν Φίλιππον μὲν τὸν νεώτερον ἐξέπεμψεν ἐφ Ἑλλήσποντον, διαπολεμήσοντα Φοίνικι καὶ τοῖς ἀφεστηκόσι, Δημήτριον δ ἐπὶ Κιλικίαν, ὃς ἐνεργὸν ποιησάμενος τὴν στρατείαν ἐνίκησε τοὺς τοῦ Πτολεμαίου στρατηγοὺς καὶ τὰς πόλεις ἀνεκτήσατο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기