호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἱσταμένου δ ἦρος ὁ μὲν Λεύκολλος διὰ τῶν ὀρῶν ἐπὶ τὸν Μιθριδάτην ἐχώρει.? προφυλακαὶ δ ἦσαν ἐκείνῳ κωλύειν τε Λεύκολλον, καὶ διαπυρσεύειν οἱ συνεχῶς, εἴ τι γίγνοιτο. καὶ ἦρχε τῆσδε τῆς φυλακῆς ἐκ Μιθριδάτου τις ἀνὴρ τοῦ βασιλείου γένους, ὄνομα Φοῖνιξ: ὅς, ἐπεὶ Λεύκολλος ἐπέλαζε, Μιθριδάτῃ μὲν διεπύρσευσεν, ἐς δὲ Λεύκολλον ηὐτομόλησε μετὰ τῆς δυνάμεως. καὶ ὁ Λεύκολλος ἀδεῶς ἤδη τὰ ὄρη διεξελθὼν ἐς Κάβειρα κατέβη. γενομένης δ αὐτῷ τε καὶ Μιθριδάτῃ τινὸς ἱππομαχίας, ἡττώμενος αὖθις ἐς τὸ ὄρος ἀνέθορεν. ὁ δὲ ἵππαρχος αὐτοῦ Πομπώνιος ἐς Μιθριδάτην τετρωμένος ἀνήχθη: καὶ πυθομένῳ βασιλεῖ τίνα χάριν οἱ περισωθεὶς δύναιτο ἀποδοῦναι, "εἰ μέν," ἔφη, "σὺ φίλος γένοιο Λευκόλλῳ, πάνυ πολλοῦ ἀξίαν: εἰ δ ἐχθρὸς εἰής, οὐδὲ βουλεύσομαι. " ὧδε μὲν ὁ Πομπώνιος ἀπεκρίνατο: καὶ αὐτὸν τῶν βαρβάρων κτείνειν ἀξιούντων, ὁ βασιλεὺς εἶπεν οὐκ ἐξυβριεῖν ἐς ἀτυχοῦσαν ἀρετήν. ἐκτάσσων δὲ συνεχῶς, οὐ κατιόντος ἐς μάχην τοῦ Λευκόλλου, περιιὼν ἀνάβασιν ἐπ αὐτὸν ἐζήτει. καί τις ἀνὴρ ἐν τούτῳ Σκύθης, ὄνομα Ὀλκάβας, αὐτόμολος ὢν ἐς Λεύκολλον ἐκ πολλοῦ, καὶ παρὰ τήνδε τὴν ἱππομαχίαν πολλοὺς περισώσας, καὶ δι αὐτὸ παρὰ τοῦ Λευκόλλου τραπέζης τε καὶ γνώμης καὶ ἀπορρήτων ἀξιούμενος, ἧκεν ἐπὶ τὴν σκηνὴν αὐτοῦ περὶ μεσημβρίαν ἀναπαυομένου, καὶ ἐσελθεῖν ἐβιάζετο, βραχὺ καὶ σύνηθες ἐπὶ τοῦ ζωστῆρος ἐγχειρίδιον περικείμενος. κωλυόμενος δ ἠγανάκτει, καὶ χρείαν τινὰ ἐπείγειν ἔλεγεν ἐξαναστῆσαι τὸν στρατηγόν. τῶν δὲ θεραπευτήρων οὐδὲν εἰπόντων χρησιμώτερον εἶναι Λευκόλλῳ τῆς σωτηρίας, ἐπέβη τὸν ἵππον αὐτίκα καὶ ἐς τὸν Μιθριδάτην ἐξήλασεν, εἴτε ἐπιβουλεύων καὶ δόξας ὑποπτεύεσθαι, εἴτε σὺν ὀργῇ, περιυβρίσθαι νομίζων. ἕτερόν τε Σκύθην, ὄνομα Σοβάδακον, ἐνέφηνε τῷ Μιθριδάτῃ βουλεύειν ἐς Λεύκολλον αὐτομολίαν. Σοβάδακος μὲν δὴ συνελαμβάνετο, Λεύκολλος δὲ τὴν κάθοδον τὴν ἐς τὸ πεδίον ἱπποκρατούντων τῶν πολεμίων ἐκτρεπόμενος, καὶ περίοδον ἑτέραν οὐχ ὁρῶν, ηὑρ῀εν ἐν σπηλαίῳ κυνηγὸν ὀρείων ἀτραπῶν ἐπιστήμονα, ᾧ χρώμενος ἡγεμόνι κατὰ ὁδοὺς ἀτριβεῖς περιῆλθεν ὑπὲρ κεφαλῆς τοῦ Μιθριδάτου, καὶ κατῄει μὲν ἐκκλίνας καὶ τότε τὸ πεδίον διὰ τοὺς ἵππους, χαράδραν δὲ ὕδατος ἐν προβολῇ θέμενος ἐστρατοπέδευσεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기