호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λέγεται δ αὐτῷ, στρατιώτῃ τοῦ βασιλέως ἔτι ὄντι καὶ ἐπὶ Πέρσας ἑπομένῳ, χρησμὸν ἐν Διδυμέως γενέσθαι πυνθανομένῳ περὶ τῆς ἐς Μακεδονίαν ἐπανόδου, "μὴ σπεῦδ Εὐρώπηνδ.? Ἀσίη τοι πολλὸν ἀμείνων. " καὶ ἐν Μακεδονίᾳ τὴν ἑστίαν αὐτῷ τὴν πατρῴαν, οὐδενὸς ἅψαντος, ἐκλάμψαι πῦρ μέγα. καὶ ὄναρ αὐτοῦ τὴν μητέρα ἰδεῖν, ὃν ἂν εὑρ´οι δακτύλιον, δοῦναι φόρημα Σελεύκῳ, τὸν δὲ βασιλεύσειν ἔνθα ἂν ὁ δακτύλιος ἐκπέσῃ. καὶ ἡ μὲν ηὑρ῀εν ἄγκυραν ἐν σιδήρῳ κεχαραγμένην, ὁ δὲ τὴν σφραγῖδα τήνδε ἀπώλεσε κατὰ τὸν Εὐφράτην. λέγεται καὶ ἐς τὴν Βαβυλωνίαν ἀπιόντα ὕστερον προσκόψαι λίθῳ, καὶ τὸν λίθον ἀνασκαφέντα ἄγκυραν ὀφθῆναι. θορυβουμένων δὲ τῶν μάντεων ὡς ἐπὶ συμβόλῳ κατοχῆς, Πτολεμαῖον τὸν Λάγου παραπέμποντα εἰπεῖν ἀσφαλείας τὴν ἄγκυραν, οὐ κατοχῆς εἶναι σύμβολον. καὶ Σελεύκῳ μὲν διὰ τοῦτο ἄρα καὶ βασιλεύσαντι ἡ σφραγὶς ἄγκυρα ἦν, δοκεῖ δέ τισι καὶ περιόντος ἔτι Ἀλεξάνδρου καὶ ἐφορῶντος ἕτερον τῷ Σελεύκῳ σημεῖον περὶ τῆς ἀρχῆς τοιόνδε γενέσθαι. Ἀλεξάνδρῳ γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα ἐπανελθόντι, καὶ τὰς ἐν αὐτῇ τῇ Βαβυλωνίᾳ λίμνας ἐπὶ χρείᾳ τοῦ τὸν Εὐφράτην τὴν Ἀσσυρίδα γῆν ἀρδεύειν περιπλέοντι, ἄνεμος ἐμπεσὼν ἡρ´πασε τὸ διάδημα, καὶ φερόμενον ἐκρεμάσθη δόνακος ἐν τάφῳ τινὸς ἀρχαίου βασιλέως. καὶ ἐσήμαινε μὲν ἐς τὴν τελευτὴν τοῦ βασιλέως καὶ τόδε, ναύτην δέ φασιν ἐκκολυμβήσαντα περιθέσθαι τῇ κεφαλῇ τὸ διάδημα καὶ ἐνεγκεῖν ἄβροχον Ἀλεξάνδρῳ, καὶ λαβεῖν τῆς προθυμίας αὐτίκα δωρεὰν παρὰ τοῦ βασιλέως τάλαντον ἀργυρίου: τῶν δὲ μάντεων αὐτὸν ἀναιρεῖν κελευόντων οἱ μὲν πεισθῆναι τὸν Ἀλέξανδρον αὐτοῖς, οἱ δὲ ἀντειπεῖν. εἰσὶ δὲ οἳ τάδε πάντα ὑπερελθόντες, οὐ ναύτην ὅλως φασὶν ἀλλὰ Σέλευκον ἐπὶ τὸ διάδημα τοῦ βασιλέως ἐκκολυμβῆσαι, καὶ περιθέσθαι Σέλευκον αὐτὸ τῇ κεφαλῇ, ἵν ἄβροχον εἰή. καὶ τὰ σημεῖα ἐς τέλος ἀμφοῖν ἀπαντῆσαι. Ἀλέξανδρόν τε γὰρ ἐν Βαβυλῶνι μεταστῆναι τοῦ βίου, καὶ Σέλευκον τῆς Ἀλεξάνδρου γῆς, ὅτι πλείστης μάλιστα τόνδε τῶν Ἀλεξάνδρου διαδόχων, βασιλεῦσαι.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기