호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οἱ δ ἐν ἄστει ὡσαύτως τὴν ναῦν ἰδόντες καὶ τῆς νίκης περὶ δείλην ἑσπέραν πυθόμενοι ἐς τὰς ὁδοὺς ἐξεπήδων καὶ διενυκτέρευον μετ ἀλλήλων, ἡδόμενοι καὶ συμπλεκόμενοι ὡς ἄρτι μὲν ἐλεύθεροι φόβων γεγονότες, ἄρτι δ ἄρχοντες ἑτέρων ἀσφαλῶς, ἄρτι δὲ βέβαιον τὴν πόλιν ἔχοντες, καὶ νενικηκότες οἱάν οὔτινα πρότερον ἄλλην νικην.? πολλὰ μὲν γὰρ αὑτοῖς συνῄδεσαν ἔργα λαμπρά, πολλὰ δε τοῖς πατρασιν ἔς τε Μακεδόνας καὶ Ἴβηρας καὶ ἐς Ἀντίοχον τὸν μέγαν ἔναγχος καὶ περὶ αὐτὴν Ἰταλίαν: πόλεμον δ οὐδένα ἄλλον οὕτως ἐπὶ θύραις ἐπίφοβον αὑτοῖς ᾔδεσαν, διά τε ἀνδρείαν καὶ φρόνημα καὶ τόλμαν ἐχθρῶν καὶ ἀπιστίαν ἐν σφίσιν ἐπικίνδυνον γενόμενον. ἀνέφερον δὲ καὶ ὧν ἔπαθον ὑπὸ Καρχηδονίων ἔν τε Σικελίᾳ καὶ Ἰβηρίᾳ καὶ περὶ αὐτὴν Ἰταλίαν ἑκκαίδεκα ἔτεσιν, Ἀννίβου τετρακόσια ἐμπρήσαντος ἄστη καὶ μυριάδας ἀνδρῶν τριάκοντα ἐν μόναις μάχαις ἀνελόντος, ἐπί τε τὴν Ῥώμην πολλάκις ἐλάσαντος καὶ ἐς ἔσχατον κινδύνου συναγαγόντος. ὧν ἐνθυμούμενοι μάλιστα ἐξίσταντο περὶ τῆς νίκης ἐς ἀπιστίαν αὐτῆς, καὶ αὖθις ἀνεπυνθάνοντο ἀλλήλων εἰ τῷ ὄντι Καρχηδὼν κατέσκαπται: ἐλεσχήνευόν τε δι ὅλης νυκτὸς ὅπως μὲν αὐτῶν τὰ ὅπλα περιῃρέθη καὶ ὅπως αὐτίκα παρὰ δόξαν ἐτεκτήναντο ἕτερα, ὅπως δὲ τὰς ναῦς ἀφῃρέθησαν καὶ στόλον ἐπήξαντο πάλιν ἐξ ὕλης παλαιᾶς, τό τε στόμα τοῦ λιμένος ὡς ἀπεκλείσθη, καὶ στόμα ὡς ὠρύξαντο ἕτερον ὀλίγαις ἡμέραις. καὶ τὸ τῶν τειχῶν ὕψος αὐτοῖς διὰ στόματος ἦν, καὶ τὰ τῶν λίθων μεγέθη, καὶ τὸ πῦρ ὃ πολλάκις ταῖς μηχαναῖς ἐπήνεγκαν. ὅλως τε τὸν πόλεμον ὡς ὁρῶντες ἄρτι γιγνόμενον ἀλλήλοις διετύπουν, καὶ ἐς τὰς φαντασίας τῶν λεγομένων τῷ σχήματι τοῦ σώματος συνεφέροντο. καὶ τὸν Σκιπίωνα ὁρᾶν ἐδόκουν ἐπὶ κλιμάκων, ἐπὶ νεῶν, ἐν π ύλαις, ἐν μάχαις, πανταχοῦ διαθεοντα. οὕτω μὲν οι Ῥωμαῖοι διενυκτέρευσαν, 135. ἅμα δ ἡμέρᾳ θυσίαι τε καὶ πομπαὶ τοῖς θεοῖς ἐγίγνοντο κατὰ φυλήν, καὶ ἀγῶνες ἐπὶ τούτοις καὶ θέαι ποικίλαι. Δέκα δὲ σφῶν αὐτῶν ἡ βουλὴ τοὺς ἀριστους ἔπεμπε διαθησομένους Λιβύην μέτα Σκιπίωνος ἐς τὸ Ῥωμαίων συμφέρον: οἳ Καρχηδόνος μὲν εἴ τι περίλοιπον ἔτι ἦν, ἔκριναν κατασκάψαι Σκιπίωνα, καὶ οἰκεῖν αὐτὴν ἀπεῖπον ἅπασι, καὶ ἐπηράσαντο, μάλιστα περὶ τῆς Βύρσης, εἴ τις οἰκήσειεν αὐτὴν ἢ τὰ καλούμενα Μέγαρα: ἐπιβαίνειν δ οὐκ ἀπεῖπον. ὅσαι δὲ πόλεις συνεμεμαχήκεσαν τοῖς πολεμίοις ἐπιμόνως, ἔδοξε καθελεῖν ἁπάσας: καὶ ὅσαι Ῥωμαίοις ἐβεβοηθήκεσαν, χώραν ἔδωκαν ἑκάστῃ τῆς δορικτήτου, καὶ πρῶτον μάλιστα Ἰτυκαίοις τὴν μέχρι Καρχηδόνος αὐτῆς καὶ Ἱππῶνος ἐπὶ θάτερα. τοῖς δὲ λοιποῖς φόρον ὡρ´ισαν ἐπὶ τῇ γῇ καὶ ἐπὶ τοῖς σώμασιν, ἀνδρὶ καὶ γυναικὶ ὁμοίως. καὶ στρατηγὸν ἐτήσιον αὐτοῖς ἐκ Ῥώμης ἐπιπέμπειν ἔκριναν. οἱ μὲν δὴ ταῦτα προστάξαντες ἀπέπλεον ἐς Ῥώμην, ὁ δὲ Σκιπίων ἐποίει τὰ δόξαντα, καὶ θυσίας ἐτέλει καὶ ἀγῶνας ἐπὶ τῇ νίκῃ. ὡς δὲ αὐτῷ πάντα ἐξετετέλεστο, διαπλεύσας ἐπιφανέστατα δὴ πάντων διεθριάμβευε πολύχρυσον θρίαμβον, ἀγαλμάτων τε γέμοντα καὶ ἀναθημάτων, ὅσα Καρχηδόνιοι χρόνῳ πολλῷ και συνεχέσι νίκαις ἐκ πάσης γῆς συνενηνόχεσαν ἐς Λιβύην. τότε δ ἦν ὅτε καὶ κατὰ Μακεδόνων, ἁλόντος Ἀνδρισκου τοῦ ψευδοφιλίππου, τρίτος ἤγετο θρίαμβος, καὶ κατὰ τῆς Ἑλλάδος πρῶτος ὑπὸ Μομμίου. καὶ ἦν ταῦτα ἀμφὶ τὰς ἑξήκοντα καὶ ἑκατὸν ὀλυμπιάδας.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기