호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ ὁ Σκιπίων εὐθὺς ἐπὶ τοῖσδε προσέβαλεν Ἰτύκῃ κατὰ γῆν καὶ κατὰ θάλασσαν, δύο μὲν πεντήρεσιν ἐζευγμέναις πύργον ἐπιθείς, ὅθεν τριπήχη βέλη καὶ λίθους μεγάλους ἐς τοὺς πολεμίους ἠφίει, καὶ πολλὰ μὲν ἐλύπει πολλὰ δ ἀντέπασχε θραυομένων τῶν νεῶν, χώματα δ ἐπαίρων μέγιστα, καὶ κριοῖς τὸ τεῖχος, ὅτε προσπελάσειε, τύπτων, δρεπάνοις τε περισπῶν ὅσαι βύρσαι περὶ αὐτὸ καὶ ἄλλα σκεπαστήρια ἦν.? οἱ δὲ τὰ μὲν χώματα ὑπετάφρευον, καὶ τὰ δρέπανα βρόχοις παρῆγον, καὶ τοὺς κριοὺς τῆς ὁρμῆς ἐξέλυον, ἐπιβάλλοντες ἐπικαρσίας δοκούς: ἐς δὲ τὰς μηχανὰς ἐξεπήδων μετὰ πυρός, ὅτε πνεῦμα φυλάξειαν ἐς αὐτὰς ἐπίφορον. ὅθεν ὁ Σκιπίων ἀπογνοὺς οὕτως αἱρήσειν τὴν πόλιν, ἐς πολιορκίαν αὐτῆς καθίστατο.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기