호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐαλερία δ’ ἡ Ποπλικόλα θυγάτηρ πολλὰσ ἀγομένη γυναῖκασ ἐπί τε τὴν μητέρα τοῦ Μαρκίου Οὐετουρίαν καὶ ἐπὶ τὴν γυναῖκα Οὐολουμνίαν, πένθιμα ἠμφιεσμέναι πᾶσαι, καὶ τὰ παιδία ταῖσ ἱκεσίαισ ἐπιφέρουσαι, συνεξελθεῖν αὑταῖσ πρὸσ Μάρκιον ἠξίουν αὐτάσ, καὶ δεηθῆναι φείσασθαι σφῶν τε αὐτῶν καὶ τῆσ πατρίδοσ. αἱ μὲν δὴ τῆσ βουλῆσ ἐπιτρεπούσησ ἐξῄεσαν, μόναι γυναῖκεσ, ἐσ ἐχθρῶν στρατόπεδον· ὁ δὲ Μάρκιοσ θαυμάζων τῆσ εὐτολμίασ τὴν πόλιν, οἱᾶ Ῥωμαίων ἐστὶ καὶ τὰ γύναια, προσιούσαισ ἀπήντα, καὶ τὰσ ῥάβδουσ καθῄρει καὶ τοὺσ πελέκεασ διὰ τὴν μητέρα, προσδραμών τε ἠσπάζετο, καὶ ἦγεν ἐπὶ τὸ συνέδριον τῶν Οὐολούσκων, καὶ λέγειν ἐκέλευσεν ὅ τι χρῄζοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기