호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἐφ’ οἷσ ἀποροῦσα ἡ βουλὴ συμβούλουσ ἔπεμψε τῷ Σκιπίωνι, μεθ’ ὧν ἔμελλε κρινεῖν τε καὶ πράξειν ὅ τι δοκιμάσειε συνοίσειν. ὁ δὲ ἐσ τὴν εἰρήνην τοῖσ Καρχηδονίοισ ἐπὶ τοῖσδε συνέβη, Μάγωνα μὲν ἀποπλεῖν ἐκ Λιγύων αὐτίκα, καὶ τοῦ λοιποῦ Καρχηδονίουσ μὴ ξενολογεῖν, μηδὲ ναῦσ ἔχειν μακρὰσ πλείουσ τριάκοντα, μηδὲ πολυπραγμονεῖν τι πέρα ὧν ἔχουσιν ἐντὸσ τῶν λεγομένων Φοινικίδων τάφρων, ἀποδοῦναι δὲ Ῥωμαίοισ ὅσουσ αἰχμαλώτουσ αὐτῶν ἔχουσι καὶ αὐτομόλουσ, ἀργυρίου τε αὐτοῖσ τάλαντα χίλια καὶ ἑξακόσια ἐσενεγκεῖν ἐν χρόνῳ, ἔχειν δὲ Μασσανάσσην Μασσυλίουσ τε καὶ τῆσ Σύφακοσ ἀρχῆσ ὅσα δύναιτο. τάδε μὲν συνέθεντο ἀλλήλοισ. καὶ πρέσβεισ διέπλεον, οἱ μὲν ἐσ Ῥώμην, τοὺσ ὑπάτουσ ὁρκιοῦντεσ, οἱ δ’ ἀπὸ Ῥώμησ ἐσ Καρχηδόνα, καὶ τὰ τέλη τῶν Καρχηδονίων αὐτοῖσ ὤμνυεν. Μασσανάσσῃ δὲ Ῥωμαῖοι χαριστήρια τῆσ συμμαχίασ στέφανόν τε ἀπὸ χρυσοῦ καὶ σφραγῖδα χρυσῆν ἔπεμπον, καὶ ἐλεφάντινον δίφρον καὶ πορφύραν καὶ στολὴν Ῥωμαϊκὴν καὶ ἵππον χρυσοφάλαρον καὶ πανοπλίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기