호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὅτι Πύρροσ μετὰ τὴν μάχην καὶ τὰσ πρὸσ Ῥωμαίουσ συνθήκασ ἐσ Σικελίαν διέπλει, ὑποσχόμενοσ τοῖσ συμμάχοισ ἐκ Σικελίασ ἐπανήξειν ἐσ Ἰταλίαν. καὶ ἐπανῆλθεν ἔτει τρίτῳ, Καρχηδονίων αὐτὸν ἐξελασάντων ἐκ Σικελίασ, ἤδη καὶ τοῖσ Σικελιώταισ βαρὺν ἐπί τε ξενίαισ καὶ χορηγίαισ καὶ φρουραῖσ καὶ ἐσφοραῖσ γενόμενον. ὁ μὲν δὴ πλούσιοσ ἐν τῶνδε γεγονὼσ ἐσ τὸ Ῥήγιον διέπλει ναυσὶ καταφράκτοισ δέκα καὶ ἑκατόν, φορτίσι δὲ καὶ ὁλκάσι πολὺ πλείοσιν· οἱ δὲ Καρχηδόνιοι διαναυμαχήσαντεσ αὐτῷ κατέδυσαν ναῦσ ἑβδομήκοντα, καὶ τὰσ λοιπὰσ ἄπλουσ ἐποίησαν, πλὴν δώδεκα μόνων, αἷσ ὁ Πύρροσ διαφυγὼν ἐτίνυτο Λοκροὺσ τοὺσ ἐπιζεφυρίουσ, ὅτι φρουρὰν αὐτοῦ καὶ τὸν φρούραρχον αὐτῆσ, ὑβρίσαντασ ἐσ αὐτούσ, ἀνῃρήκεσαν. ὠμῶσ δ’ αὐτοὺσ καὶ πικρῶσ κτείνων τε καὶ συλῶν ὁ Πύρροσ οὐδὲ τῶν ἀναθημάτων τῆσ Περσεφόνησ ἀπέσχετο, ἐπισκώψασ τὴν ἄκαιρον θεοσέβειαν εἶναι δεισιδαιμονίαν, τὸ δὲ συλλέξαι πλοῦτον ἄπονον εὐβουλίαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기