호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Πρέσβεισ οὖν ἐσ Πομπήιον πέμψασ ἠξίου μαθεῖν, τίσ ἂν εἰή τοῦ πολέμου διάλυσισ. ὁ δ’ "ἐὰν τοὺσ αὐτομόλουσ ἡμῖν παραδῷσ" ἔφη, "καὶ σεαυτὸν ἡμῖν ἐπιτρέψῃσ. " ὧν ὁ Μιθριδάτησ πυθόμενοσ τοῖσ αὐτομόλοισ τὸ περὶ αὐτῶν ἔφρασε, καὶ δεδιότασ ὁρῶν ὤμοσεν ὅτι οἱ τὰ πρὸσ Ῥωμαίουσ ἐστὶν ἄσπονδα διὰ τὴν πλεονεξίαν αὐτῶν, καὶ οὐκ ἐκδώσει τινά, οὐδὲ πράξει ποτὲ ὃ μὴ κοινῇ πᾶσι συνοίσει. ὁ μὲν δὴ ὧδε εἶπεν, ὁ δὲ Πομπήιοσ ἐνέδραν ποι καθεὶσ ἱππέων, ἑτέρουσ ἔπεμπεν ἐκ φανεροῦ τοῖσ προφύλαξι τοῦ βασιλέωσ ἐνοχλεῖν· καὶ εἴρητο αὐτοῖσ . . . ἐρεθίζειν καὶ ὑποφεύγειν ὥσπερ ἡττωμένουσ, . . . ἔστε περ οἱ ἐκ τῆσ ἐνέδρασ περιλαβόντεσ αὐτοὺσ ἐτρέψαντο. καὶ φεύγουσι τάχ’ ἂν καὶ ἐσ τὸ στρατόπεδον συνεσεπήδησαν, εἰ μὴ δείσασ ὁ βασιλεὺσ προήγαγε τὸ πεζόν. οἱ δ’ ἀπεχώρουν. καὶ τέλοσ ἦν τοῦτο τῇ πρώτῃ Πομπηίου καὶ Μιθριδάτου πείρᾳ ἐσ ἀλλήλουσ καὶ ἱππομαχίᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기