호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ζακανθαῖοι δέ, ἄποικοι Ζακυνθίων, ἐν μέσῳ τῆσ τε Πυρήνησ καὶ τοῦ ποταμοῦ τοῦ Ἴβηρού ὄντεσ, καὶ ὅσοι ἄλλοι Ἕλληνεσ περί τε τὸ καλούμενον Ἐμπόριον καὶ εἴ πῃ τῆσ Ἰβηρίασ ᾤκουν ἀλλαχοῦ, δείσαντεσ ὑπὲρ σφῶν ἐπρέσβευον ἐσ Ῥώμην. καὶ ἡ σύγκλητοσ οὐκ ἐθέλουσα τὰ Καρχηδονίων ἐπαίρεσθαι, πρέσβεισ ἐσ Καρχηδόνα ἔπεμπεν. καὶ συνέβησαν ἀμφότεροι ὁρ́ον εἶναι Καρχηδονίοισ τῆσ ἀρχῆσ τῆσ ἐν Ἰβηρίᾳ τὸν Ἴβηρα ποταμόν, καὶ μήτε Ῥωμαίουσ τοῖσ πέραν τοῦδε τοῦ ποταμοῦ πόλεμον ἐκφέρειν, Καρχηδονίων ὑπηκόοισ οὖσι, μήτε Καρχηδονίουσ ἐπὶ πολέμῳ τὸν Ἴβηρα διαβαίνειν, Ζακανθαίουσ δὲ καὶ τοὺσ ἄλλουσ ἐν Ἰβηρίᾳ Ἕλληνασ αὐτονόμουσ καὶ ἐλευθέρουσ εἶναι. καὶ τάδε ταῖσ συνθήκαισ ταῖσ Ῥωμαίων καὶ Καρχηδονίων προσεγράφη.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기