- 텍스트

Appian, The Foreign Wars, chapter 17 2:

(아피아노스, The Foreign Wars, chapter 17 2:)

Καὶ πόλεις ᾤκισεν ἐν μὲν Ἀρμενίᾳ τῇ βραχυτέρᾳ Νικόπολιν ἐπὶ τῇ νίκῃ, ἐν δὲ Πόντῳ Εὐπατορίαν, ἣν αὐτὸς μὲν ὁ εὐπάτωρ Μιθριδάτης ἔκτισε καὶ Εὐπατορίαν ὠνόμασεν ἀφ ἑαυτοῦ, ὑποδεξαμένην δὲ Ῥωμαίους καθῃρήκει, καὶ ὁ Πομπήιος ἐγείρας Μαγνόπολιν ἐκάλει.? ἐν δὲ Καππαδοκίᾳ Μάζακα, ὑπὸ τοῦ πολέμου λελυμασμένην ἐς τέλος, ἤγειρεν αὖθις. καὶ ἑτέρας πολλαχοῦ κατενεχθείσας ἢ βεβλαμμένας διωρθοῦτο περί τε τὸν Πόντον καὶ Παλαιστίνην καὶ κοίλην Συρίαν καὶ Κιλικίαν, ἐν ᾗ δὴ καὶ μάλιστα τοὺς λῃστὰς συνῴκιζε. καὶ ἡ πόλις ἡ πάλαι Σόλοι νῦν Πομπηιόπολις ἐστίν. ἐν δὲ Ταλαύροις, ἥν τινα πόλιν ὁ Μιθριδάτης εἶχε ταμιεῖον τῆς κατασκευῆς, δισχίλια μὲν ἐκπώματα λίθου τῆς ὀνυχίτιδος λεγομένης ηὑρέθη χρυσοκόλλητα, καὶ φιάλαι καὶ ψυκτῆρες πολλοὶ καὶ ῥυτὰ καὶ κλῖναι καὶ θρόνοι κατάκοσμοι, καὶ ἵππων χαλινοὶ καὶ προστερνίδια καὶ ἐπωμίδια, πάντα ὁμοίως διάλιθα καὶ κατάχρυσα, ὧν ἡ παράδοσις διὰ τὸ πλῆθος ἐς τριάκοντα ἡμέρας παρέτεινεν. καὶ ἦν τὰ μὲν ἐκ Δαρείου τοῦ Ὑστάσπου, τὰ δὲ ἐκ τῆς Πτολεμαίων ἀρχῆς, ὅσα Κλεοπάτρα Κῴοις παρέθετο καὶ Κῷοι Μιθριδάτῃ ἐδεδώκεσαν: τὰ δὲ καὶ ὑπ αὐτοῦ Μιθριδάτου κατεσκεύαστο καὶ συνείλεκτο, φιλοκάλου καὶ περὶ κατασκευὴν γενομένου.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION