호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἅμα δ ἡμέρᾳ τὸν μὲν στρατὸν αὑτῶν ὥπλιζεν ἑκάτερος, οἱ προφύλακες δ ἀλλήλων κατὰ τὸ πρανὲς ἀπεπειρῶντο:? καί τινες ἱππεῖς τοῦ Μιθριδάτου χωρίς τε τῶν ἵππων καὶ χωρὶς ἐπαγγέλματος ἐβοήθουν τοῖς σφετέροις προφύλαξιν. πλειόνων δέ σφισι Ῥωμαίων ἱππέων ἐπιόντων, οἱ ἄνιπποι τῶν Μιθριδατείων οἵδε ἀθρόως ἐς τὸ στρατόπεδον ἀνεπήδων, ἀναβησόμενοί τε τοὺς ἵππους καὶ ἐξ ἴσου τοῖς ἐπιοῦσι Ῥωμαίοις συνοισόμενοι. κατιδόντες δ αὐτοὺς οἱ ἄνω ἔτι ὁπλιζόμενοι σὺν δρόμῳ καὶ βοῇ προσθέοντας, καὶ τὸ γιγνόμενον οὐκ εἰδότες ἀλλὰ φεύγειν αὐτοὺς ὑπολαβόντες, ὡς εἰλημμένου σφῶν ἤδη καθ ἑκάτερα τοῦ στρατοπέδου, τὰ ὅπλα μεθέντες ἔφευγον. ἀδιεξόδου δ ὄντος τοῦ χωρίου προσέπταιον ἀλλήλοις ἀναστρεφόμενοι, μέχρι καθήλαντο κατὰ τῶν κρημνῶν. οὕτω μὲν ἡ στρατιὰ τῷ Μιθριδάτῃ διὰ προπέτειαν τῶν ἄνευ προστάγματος τοῖς προμάχοις ἐπικουρεῖν ἑλομένων θορυβηθεῖσα διέφθαρτο, καὶ τὸ λοιπὸν ἔργον εὔκολον ἦν τῷ Πομπηίῳ, κτείνοντι καὶ συλλαμβάνοντι ἀνόπλους ἔτι καὶ ἐν περικρήμνῳ συγκεκλεισμένους. καὶ ἀνῃρέθησαν ἐς μυρίους, καὶ τὸ στρατόπεδον ὅλῃ τῇ παρασκευῇ κατελήφθη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기