호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ Τιγράνης μὲν ἐξ ὅλης Ἀρμενίας ἐς τὰ ἐντὸς ἀνεζεύγνυεν, ὁ δὲ Μιθριδάτης ἐς τὸν Πόντον ἐπὶ τὰ λοιπὰ τῆς ἰδίας ἀρχῆς ἠπείγετο, τετρακισχιλίους οἰκείους ἔχων, καὶ τοσούσδε ἑτέρους παρὰ Τιγράνους λαβών.? ἐφείπετο δ αὐτῷ καὶ ὁ Λεύκολλος, ἀναζευγνὺς καὶ ὅδε διὰ τὴν ἀπορίαν. φθάσας δ αὐτὸν ὁ Μιθριδάτης ἐπέθετο Φαβίῳ τῷ δεῦρο ἐκ Λευκόλλου στρατηγεῖν ὑπολελειμμένῳ, καὶ τρεψάμενος αὐτὸν ἔκτεινε πεντακοσίους. ἐλευθερώσαντος δὲ τοῦ Φαβίου θεράποντας ὅσοι ἦσαν ἐν τῷ στρατοπέδῳ, καὶ δι ὅλης ἡμέρας αὖθις ἀγωνιζομένου, παλίντροπος ἦν ὁ ἀγών, μέχρι τὸν Μιθριδάτην, πληγέντα λίθῳ τε ἐς τὸ γόνυ καὶ ὑπὸ τὸν ὀφθαλμὸν βέλει, κατὰ σπουδὴν ἀποκομισθῆναι, καὶ πολλὰς ἡμέρας τοὺς μὲν φόβῳ τοῦ βασιλέως τῆς σωτηρίας, τοὺς δὲ ὑπὸ πλήθους τραυμάτων ἠρεμῆσαι. Μιθριδάτην μὲν οὖν ἐθεράπευον Ἄγαροι, Σκυθικὸν ἔθνος, ἰοῖς ὄφεων ἐς τὰς θεραπείας χρώμενοι καὶ ἐπὶ τῷδε ἀεὶ βασιλεῖ συνόντες: Φαβίῳ δὲ Τριάριος, ἕτερος Λευκόλλου στρατηγός, ἐπελθὼν μετ οἰκείου στρατοῦ, τήν τε ἀρχὴν παρὰ τοῦ Φαβίου καὶ τὸ ἀξίωμα παρελαμβανεν. καὶ μετ οὐ πολὺ χωρούντων ἐς μάχην αὐτοῦ τε καὶ Μιθριδάτου, πνεῦμα, οἱο῀ν οὐκ ἐμνημονεύετο γενέσθαι, τάς τε σκηνὰς ἀμφοτέρων διέρριψε καὶ τὰ ὑποζύγια παρέσυρε καὶ τῶν ἀνδρῶν ἔστιν οὓς κατεκρήμνισεν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기