호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τιγράνης δὲ καὶ Μιθριδάτης στρατὸν ἄλλον ἤθροιζον περιιόντες, οὗ τὴν στρατηγίαν ἐπετέτραπτο Μιθριδάτης, ἡγουμένου Τιγράνους αὐτῷ γεγονέναι τὰ παθήματα διδάγματα.? ἔπεμπον δὲ καὶ ἐς τὸν Παρθυαῖον, ἐπικουρεῖν σφίσι παρακαλοῦντες. ἀντιπρεσβεύοντος δὲ Λευκόλλου, καὶ ἀξιοῦντος ἢ οἷ συμμαχῆσαι ἢ ἀμφοτέροις ἐκστῆναι τοῦ ἀγῶνος, ὁ μὲν κρύφα συντιθέμενος ἑκατέροις, οὐκ ἔφθασεν οὐδετέροις ἀμῦναι, ὁ δὲ Μιθριδάτης ὅπλα τε εἰργάζετο κατὰ πόλιν ἑκάστην, καὶ ἐστρατολόγει σχεδὸν ἅπαντας Ἀρμενίους. ἐπιλεξάμενος δ αὐτῶν τοὺς ἀρίστους, ἐς ἑπτακισμυρίους πεζοὺς καὶ ἱππέας ἡμίσεας, τοὺς μὲν ἄλλους ἀπέλυσε, τοὺς δ ἐς ἴλας τε καὶ σπείρας ἀγχοτάτω τῆς Ἰταλικῆς συντάξεως καταλέγων Ποντικοῖς ἀνδράσι γυμνάζειν παρεδίδου. προσιόντος δ αὐτοῖς τοῦ Λευκόλλου, ὁ μὲν Μιθριδάτης τὸ πεζὸν ἅπαν καὶ μέρος τι τῶν ἱππέων ἐπὶ λόφου συνεῖχε, τῇ λοιπῇ δ ἵππῳ Τιγράνης τοῖς σιτολογοῦσι Ῥωμαίοις περιπεσὼν ἡσσᾶτο. καὶ μᾶλλον ἀδεῶς ἀπὸ τοῦδε οἱ Ῥωμαῖοι πλησίον αὐτοῦ Μιθριδάτου ἐσιτολόγουν τε καὶ ἐστρατοπέδευον. κονιορτὸς δ αὖθις ἠγείρετο πολὺς ὡς ἐπιόντος τοῦ Τιγράνους: καὶ τὸ ἐνθύμημα ἦν ἐν μέσῳ Λεύκολλον ἀμφοῖν γενέσθαι. ὁ δ αἰσθόμενος τοὺς μὲν ἀρίστους τῶν ἱππέων προύπεμψε πορρωτάτω συμπλέκεσθαι τῷ Τιγράνῃ καὶ κωλύειν αὐτὸν ἐξ ὁδοιπορίας ἐς τάξιν καθίστασθαι, αὐτὸς δὲ τὸν Μιθριδάτην προκαλούμενος ἐς μάχην . . . . . . καὶ περιταφρεύων οὐκ ἠρέθιζεν, ἑώς χειμὼν ἐπιπεσὼν διέλυσε τὸ ἔργον ἅπασιν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기