호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Καὶ τάδε μὲν ἦν ἐν Ἀσίᾳ:? Σερτώριος δ Ἰβηρίας ἡγούμενος αὐτήν τε Ἰβηρίαν καὶ τὰ περίοικα πάντα ἐπὶ Ῥωμαίους ἀνίστη, καὶ βουλὴν ἐκ τῶν οἱ συνόντων, ἐς μιμημα τῆς συγκλήτου, κατέλεγεν. δύο δ αὐτοῦ τῶν στασιωτῶν, Λεύκιοι, Μάγιός τε καὶ Φάννιος, Μιθριδάτην ἔπειθον συμμαχῆσαι τῷ Σερτωρίῳ, πολλὰ περὶ τῆς Ἀσίας αὐτὸν καὶ τῶν ἐγγὺς ἐθνῶν ἐπελπίζοντες. ὁ μὲν δὴ πεισθεὶς ἐς τὸν Σερτώριον ἔπεμψεν: ὁ δὲ τοὺς πρέσβεις ἐς τὴν ἑαυτοῦ σύγκλητον παραγαγών τε, καὶ μεγαλοφρονησάμενος ὅτι τὸ κλέος αὐτοῦ καὶ ἐς τὸν Πόντον διίκετο καὶ Ῥωμαίους ἕξοι πολιορκεῖν ἀπό τε δύσεως καὶ ἐξ ἀνατολῆς, συνετίθετο τῷ Μιθριδάτῃ δώσειν Ἀσίαν τε καὶ Βιθυνίαν καὶ Παφλαγονίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν, στρατηγόν τε αὐτῷ Μᾶρκον Οὐάριον καὶ συμβούλους τοὺς Λευκίους, Μάγιόν τε καὶ Φάννιον, ἔπεμψεν. μεθ ὧν ὁ Μιθριδάτης ἐξέφαινε τὸν τρίτον καὶ τελευταῖόν οἱ γενόμενον ἐς Ῥωμαίους πόλεμον, ἐν ᾧ πᾶσαν ἀπώλεσε τὴν ἀρχὴν Σερτωρίου μὲν ἀποθανόντος, ἐν Ἰβηρίᾳ, ἐπιπεμφθέντων δέ οἱ στρατηγῶν ἀπὸ Ῥώμης προτέρου Λευκόλλου τοῦδε τοῦ νεναυαρχηκότος Σύλλᾳ, ὑστέρου δὲ Πομπηίου, ἐφ ὅτου πάντα ὅσα ἦν Μιθριδάτου καὶ ὅσα αὐτοῖς γειτονεύοντα, μέχρι ἐπὶ ποταμὸν Εὐφράτην, προφάσει καὶ ὁρμῇ τοῦ Μιθριδατείου πολέμου ἐς Ῥωμαίους ἅπαντα περιηνέχθη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기