- 텍스트

Appian, The Foreign Wars, chapter 9 3:

(아피아노스, The Foreign Wars, chapter 9 3:)

"Ἡμεῖς στρατῷ πρῶτον ἐς Ἀσίαν παρήλθομεν Ἀντιόχου τοῦ Σύρων βασιλέως πορθοῦντος ὑμᾶς.? ἐξελάσαντες δ αὐτόν, καὶ τὸν Ἅλυν καὶ Ταῦρον αὐτῷ θέμενοι τῆς ἀρχῆς ὁρ´ον, οὐ κατέσχομεν ὑμῶν ἡμετέρων ἐξ ἐκείνου γενομένων, ἀλλὰ μεθήκαμεν αὐτονόμους, πλὴν εἴ τινας Εὐμένει καὶ Ῥοδίοις συμμαχήσασιν ἡμῖν ἔδομεν, οὐχ ὑποτελεῖς ἀλλ ἐπὶ προστάταις εἶναι. τεκμήριον δ ὅτι Λυκίους αἰτιωμένους τι Ῥοδίων ἀπεστήσαμεν. ἡμεῖς μὲν δὴ τοιοίδε περὶ ὑμᾶς γεγόναμεν: ὑμεῖς δέ, Ἀττάλου τοῦ φιλομήτορος τὴν ἀρχὴν ἡμῖν ἐν διαθήκαις καταλιπόντος, Ἀριστονίκῳ καθ ἡμῶν τέτταρσιν ἔτεσι συνεμαχεῖτε, μέχρι καὶ Αοἰστόνικος ἑάλω καὶ ὑμῶν οἱ πλείους ες ἀνάγκην καὶ φόβον περιήλθετε. καὶ ὧδε πράσσοντες ὅμως, ἔτεσιν εἴκοσι καὶ τέτταρσιν ἐς μέγα περιουσίας καὶ κάλλους κατασκευῆς ἰδιωτικῆς τε καὶ δημοσίας προελθόντες, ὑπὸ εἰρήνης καὶ τρυφῆς ἐξυβρίσατε αὖθις, καὶ τὴν ἀσχολίαν ἡμῶν τὴν ἀμφὶ τὴν Ἰταλίαν φυλάξαντες οἱ μὲν ἐπηγάγεσθε Μιθριδάτην, οἱ δ ἐλθόντι συνέθεσθε. ὃ δ ἐστὶ πάντων μιαρώτατον, ὑπέστητε αὐτῷ μιᾶς ἡμέρας τοὺς Ἰταλιώτας ἅπαντας αὐτοῖς παισὶ καὶ μητράσιν ἀναιρήσειν, καὶ οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων διὰ τοὺς ὑμετέρους θεοὺς ἐφείσασθε. ἐφ οἷς ἔδοτε μέν τινα καὶ αὐτῷ Μιθριδάτῃ δίκην, ἀπίστῳ τε ἐς ὑμᾶς γενομένῳ, καὶ φόνου καὶ δημεύσεων ἐμπλήσαντι ὑμᾶς, καὶ γῆς ἀναδασμοὺς ἐργασαμένῳ καὶ χρεῶν ἀποκοπὰς καὶ δούλων ἐλευθερώσεις, καὶ τυράννους ἐπ ἐνίοις, καὶ λῃστήρια πολλὰ ἀνά τε γῆν καὶ θάλασσαν, ὡς εὐθὺς ὑμᾶς ἔχειν ἐν πείρᾳ καὶ παραβολῇ οἱούς ἀνθ οἱών προστάτας ἐπελέγεσθε. ἔδοσαν δέ τινα καὶ ἡμῖν δίκην οἱ τῶνδε ἄρξαντες. ἀλλὰ δεῖ καὶ κοινὴν ὑμῖν ἐπιτεθῆναι τοιάδε ἐργασαμένοις: ἣν εἰκὸς μὲν ἦν ὁμοίαν οἷς ἐδράσατε γενέσθαι, μή ποτε δὲ Ῥωμαῖοι σφαγὰς ἀσεβεῖς ἢ δημεύσεις ἀβούλους ἢ δούλων ἐπαναστάσεις, ἢ ὅσα ἄλλα βαρβαρικά, μηδ ἐπὶ νοῦν λάβοιεν. φειδοῖ δὲ γένους ἔτι καὶ ὀνόματος Ἑλληνικοῦ καὶ δόξης τῆς ἐπὶ τῇ Ἀσίᾳ, καὶ τῆς φιλτάτης Ῥωμαίοις εὐφημίας οὕνεκα, μόνους ὑμῖν ἐπιγράφω πέντε ἐτῶν φόρους ἐσενεγκεῖν αὐτίκα, καὶ τὴν τοῦ πολέμου δαπάνην, ὅση τε γέγονέ μοι καὶ ἔσται καθισταμένῳ τὰ ὑπόλοιπα. διαιρήσω δὲ ταῦθ ἑκάστοις ἐγὼ κατὰ πόλεις, καὶ τάξω προθεσμίαν ταῖς ἐσφοραῖς, καὶ τοῖς οὐ φυλάξασιν ἐπιθήσω δίκην ὡς πολεμίοις.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION